# SB 18 13173.ctr.106-149

Documentary Papyri, SB 18, 13173.ctr.106 to 13173.ctr.149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13173.ctr.106
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13173.ctr.106

Ἀνατόλιος Μακαρίου ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων τεσσάρων εὐστάθμων ζυγῷ Ἀλεξανδρείας τῆς τιμῆς. Βίκτωρ Φωκᾶ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων τεσσάρων εὐστάθμων ζυγῷ Ἀλεξανδρείας τιμῆς τῆς δούλης. Αὐρήλιος Ἵπαρχος Θεοδοσίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων τεσσάρων εὐστάθμων ζυγῷ Ἀλεξανδρείας τῆς τιμῆς. Αὐρήλιος Ζωναρυντῖνος Σαραπίονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισματίων τεσσάρων εὐστάθμων τῶν Ἀλεξανδρείας τῆς τιμῆς. Αὐρήλιος Ζαχαραίας Κολλούθου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταποχῇ τοῦ χρυσίου τῶν νομισματίων τεσσάρων εὐστάθμων ζυγῷ Ἀλεξανδρείας τῆς τιμῆς. διʼ ἐμοῦ Ἰσάκου σὺν θεῷ συμβολαιογράφου ἐγράφη διὰ Λεοντίου ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος Θὼθ εἰκὰς πρώτῃ τρίτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος. Παθερμοῦθις υἱὸς Χριστοφόρου καὶ Ἀνατόλιος υἱὸς Μακαρίου …ρ…λ… παρὰ τῶν ἄλλων σωματεμπόρων ἀπὸ Ἑρμοῦ πόλεως ἐν… χρηματίζοντες δὲ ἐ… τῆς Ἑρμοῦ πόλεως τῆς ς… τῆς ὠνιακῆς πράσεως Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ Βίκτορος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως … ἔχειν παρὰ σοῦ τῶν τοῦ χρυσίου νομισμάτων δ εὐστάθμων ζυγῷ Ἀλεξανδρείας τῆς τε… ἀξίας δικαίας τιμῆς τῆς διαπραθείσης σοι… δούλης Μαύρας Ἀταλοῦ τῷ ὀνόματι μετακληθείσης νυνὶ παρὰ σοῦ Εὐτυχίας ὡς ἐτῶν δώδεκα πλέω ἔλαττον … τῇ δυνάμει τῆς εὐγενεστάτης Ἰσιδώρας διὰ ταύτης τῆς πράσεως τῆς καὶ τη… ἐπακολουθούσης ἡμῖν διὰ παντὸς παντὶ τρόπῳ … ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας παντὶ χρόνῳ καὶ καιρῷ γίνεται χρυσοῦ νομίσματα δ εὔσταθμα ζυγῷ Ἀλεξανδρείας καὶ μηδένα λόγον ἔχομεν πρὸς σὲ ἢ πρὸς τοὺς σοὺς κληρονόμους καὶ διαδόχους καὶ διακατόχους μηδενὶ τρόπῳ … μηδ… κατοχη… ἐν ὀνόματι ἡμῶν … αὐτῆς ἢ τιμήματος ἢ … τιμήσεως ἢ περι… τιμήματος … ἀγωγῆς καὶ ἐποχῆς δ… καὶ ἐπὶ τῷ ἡμᾶς εἰληφέναι τὴν τιμὴν ἐκ πλήρους, πρὸς ὑμετέραν ἀσφάλειαν ταύτην τὴν παροῦσαν πληρεστάτην ἀπόδειξιν …

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
