# SB 18 13173.ctr.55-105

Documentary Papyri, SB 18, 13173.ctr.55 to 13173.ctr.105. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13173.ctr.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13173.ctr.55

κυριεύειν καὶ δεσπόζειν παντὶ δεσποτικῷ δικαίῳ, κτᾶσθαι νέμεσθαι χρῆσθαι αὐτῆς καὶ τῶν σὺν θεῷ αὐτῆς τέκνων, οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτῆς, πωλεῖν ὑποθέσθαι χαρίσασθαι ἀντικαταλλάξασθαι εἰς προῖκα καὶ πρὸ γάμου δωρεὰν διδόναι τέκνοις καὶ ἐγγόνοις, καταλεῖψαι καὶ παραπέμπειν ἐπὶ τοὺς σοὺς κληρονόμους καὶ διαδόχους καὶ διακατόχους καὶ πάντα ἁπαξαπλῶς ποιεῖν καὶ πράττειν ἐπʼ αὐτῆς, ὅσα οἱ νόμοι κελεύουσι τοῖς αὐτοτελέσι δεσπόταις περὶ τὰ ἴδια αὐτῶν διαπράττεσθαι πράγματα, ἀκωλύτως καὶ ἀνεμποδίστως ἀπὸ τοῦ νῦν ἐπὶ τὸ πᾶν, ταύτης τῆς εἰς ἀεὶ βεβαιώσεως καὶ καθαροποιήσεως καὶ δεφενδεύσεως τῆς παρούσης πράσεως πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης ἡμῖν τοῖς πωλοῦσιν· καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς ἀμύνασθαι μήτʼ ἄλλον τινὰ ὑπὲρ ἡμῶν ἐπὶ σὲ τὴν ὠνουμένην εὐγενεστάτην Ἰσιδώραν καὶ τοὺς σοὺς κληρονόμους καὶ διαδόχους καὶ διακατόχους περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βεβαιώσωμεν καὶ ἀποσοβήσωμεν, ἡ μὲν ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἡμῶν ἐπὶ σὲ τὴν ὠνουμένην ἢ ἐπὶ τοὺς παρὰ σοῦ μεταπαραλημψομένους τά τε βλάβη καὶ δαπανήματα πάντα καὶ ἐπιτίμου λόγῳ ὡς ἴδιον χρέος τὴν προγεγραμμένην τιμὴν διπλῆν καὶ πάντα τὰ ἀναλώματα ἢ ζημιώματα διπλᾶ πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καταποχὴν ἐρρῶσθαι τὴν παροῦσαν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην καὶ προκομιζομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας παντὶ χρόνῳ καὶ καιρῷ διὰ παντός· καὶ ταῦτα οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν στέργειν ἐμμένειν εἰς πέρας ἄγειν ἐπωμοσάμεθα τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν βασιλικὴν σωτηρίαν ὑποθέμενοί σοι ἐπὶ τῇ βεβαιώσει τῆς παρούσης πράσεως καὶ εἰς τὴν καταποχὴν τοῦ ὡς εἰκὸς διπλασίωνος τιμήματός τε καὶ ἀναλώματος, εἰ οὕτω τύχοι, πάντα ἡμῖν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα πράγματα λόγῳ ἐνεχύρου κὰ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης· καὶ πρὸς πάντα τὰ προγεγγραμμένα ἐπερωτηθέντες ὡμολογήσαμεν ἀποταττόμενοι καὶ ἀποταξόμενοι πάσῃ βοηθείᾳ νόμων βοηθούσῃ ἡμῖν ἢ βοηθῆσαι δυναμένῃ κατὰ τῆς παρούσης πράσεως ἢ κατὰ μέρους αὐτῆς. ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφη Θὼθ εἰκὰς πρώτῃ τρίτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαΐδος σημεῖον Παθερμούθεως Αὐρήλιος Παθερμοῦθις υἱὸς Χριστοφόρου ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται σημεῖον Αὐρήλιος Θεόδωρος Βίκτορος ἀπὸ Ἑρμου πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
