# SB 18 13175

Documentary Papyri, SB 18, SB 18 13175. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13175
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13175

… Ἡφαιστίων ὁ καὶ Ἀμμωνῖνος βασιλικὸς γραμματεὺς Νεσὺτ διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Ἡφαιστίωνι τῷ καὶ Ἀμμωνίνῳ βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. τῆς γραφείσης ἐπιστολῆς ὑπὸ Σαλλουστίου Μακρεινιανοῦ τοῦ κρατίστου ἐπιτρόπου τῆς Νέας πόλεως περὶ τῶν ὀφειλόντων πέμπεσθαι μηνιαίων λόγων καὶ ἀπολογισμῶν τὸ ἀντίγραφόν σοι ἐπιστέλλεται, φίλτατε, ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἔρρωσο. ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Ἁθύρ. Σαλλούστιος Μακρεινιανὸς στρατηγοῖς τῶν ὑπογεγραμμένων νομῶν χαίρειν. πυνθάνομαι ὡρίσθαι ὑπὸ τῶν ἡγεμόνων τοῖς στρατηγοῖς καὶ τοῖς βασιλικοῖς γραμματεῦσι τῶν νομῶν προθεσμίαν, ἐν ᾗ δέον ἐστὶν καταχωρίζειν τὰ εἰς Ἀλεξάνδρειαν πεμπόμενα βιβλία τῶν τε εἰσπράξεων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ τῶν ἀπολογισμῶν καὶ τῶν ἄλλων κατὰ μῆνα ἢ ἀπαιτεῖσθαι ἐπίτιμον τους μὴ ἐνπροθέσμως πέμψαντας. ἐπεὶ οὖν ὁ τοῦ Σαίτου στρατηγὸς ἔπεμψεν τὸν ἀπολογισμὸν τοῦ Ἐπεὶφ μηνὸς καὶ κατεχωρίσθη ὑπὸ τοῦ ἐπιτηρητοῦ τῶν ἐπιστολῶν Θὼθ ὀγδόῃ τοῦ ἐνεστῶτος γ ἔτους τοῦ θειοτάτου Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ, ἐπέστειλα ὑμῖν, ὅπως μεταγωγὴν τῶν βιβλίων καὶ τὰ προσήκοντα τῇ ἐπιτροπῇ πέμπητε …εγ… Ἡφαιστίων ὁ καὶ Ἀμμωνῖνος βασιλικὸς γραμματεὺς Νεσὺτ διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Ἡφαιστίωνι τῷ καὶ Ἀμμωνίνῳ βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. τοῦ ἐπενεχθέντος μοι βιβλιδίου ὑπὸ Εὐδαίμονος Ψόιτος μητρὸς Τιαθρήους ἀπὸ …ναμφι…εως ἐπὶ ὑπογραφῆς Κλαυδίου Ἀπολλωνίου τοῦ κρατίστου πρὸς τῷ ἰδίῳ λόγῳ περὶ χρηματισμοῦ ὀνόματος … τὸ ἀντίγραφον ἐπιστέλλεταί σοι, φίλτατε, ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἔρρωσο. ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Ἁθύρ. Κλαυδίῳ Ἀπολλωνίῳ τῷ κρατίστῳ πρὸς τῷ ἰδίῳ λόγῳ παρʼ Εὐδαίμονος Ψόιτος μητρὸς Τιαθρήους ἀπὸ …ναμφι…εως τοῦ Νεσὺτ νομοῦ. βούλομαι, κύριε, ἀπὸ τοῦ νῦν ἐπιτραπῆναι χρηματίζειν Εὐδαίμων Ἥρωνος ἀντὶ τοῦ Ψόιτος καὶ ἀντὶ τῆς Τιαθρήους μητρὸς Διδύμης, μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλαπτομένου, ἵνʼ ὦ πεφιλανθρωπημένος. διευτύχει. Εὐδαίμων ἐπιδέδωκα. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ Μεσορὴ ἐπαγομένων δ. μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλαπτομένου ἐφίημι. ἀπόδος

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
