# SB 18 13320.65-97

Documentary Papyri, SB 18, 13320.65 to 13320.97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13320.65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13320.65

Μαρίαν Ψιμανωβὲτ ὑπὲρ ἡμίσους μέρους καὶ Ἐνῶχ Ψιμανωβὲτ ἀδελφὸν τῆς προκειμένης Μαρίας ὑπὲρ ἄλλου ἡμίσους μέρους συντελεστῶν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προδιωμολογημένου ὁλοκλήρου πατρῴου μου μέρους ἀπὸ τῆς προκειμένης οἰκίας λεγομένης Ψὲλχ τοῦτʼ ἔστιν τὴν ὁλόκληρον ἐξέδραν μίαν σὺν ὑποκάτω αὐτῆς ἄνευ ἀέρος καὶ δύο ἀνδρεῶνας καὶ σὺν αἱροῦντι μέρει ἀπὸ τῆς αἴθρας τῆς πρώτης στέγης καὶ ὑποκάτω αὐτοῦ καὶ τοῦ ὑπερῴου αὐτοῦ καὶ πεσσῶν καὶ ἔσω πυλῶνος καὶ τοῦ φωλεοῦ ὑπὸ τοῦ πεσσοῦ καὶ προνησίου καὶ ἑτέρων χρηστηρίων τῆς αὐτῆς οἰκίας ἀπὸ ἐδάφους μέχρι ἀέρος ἄνω ἁπαξαπλῶς καθὼς νέμομαι καὶ πρὸς τὴν δύναμιν τῶν παλαιῶν συναλλλαγμάτων κατὰ τὴν ἀνωτέραν διαστολὴν καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν ἢ καὶ ἐποικοδομεῖν καὶ ἐκμισθοῦν ἢ καὶ μεταμισθοῦν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους καὶ χρήσασθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντα ὑμῖν κυριευτικὸν τρόπον ἀκωλύτως καὶ ἀνεμποδίστως μηδενὸς ὑμῖν ἀντιποιουμένου ἢ ἀντιποιησομένου τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων καὶ τὸν ἐπελευσόμενον εἰς ὑμᾶς τοῦ λοιποῦ περὶ τούτου ἐγὼ αὐτὸν ἀποτρέψω ἀφʼ ὑμῶν ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου παντὶ καιρῷ ἐπάναγκες. εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τὸ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην ἥνπερ ἁπλῆν γραφεῖσαν ἑκὼν καὶ πεπεισμένος ἐθέμην ὑμῖν ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων ἀξιοπίστων καὶ ἐξεδόμην ὑμῖν πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς ἐγγράφου πράσεως ὑποκειμένων ὑμῖν εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεὶς ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολόγησα Αὐρήλιος Θεόδωρος Μακαρίου οἰνοπράτης ἀπὸ Πανὸς ποιούμενος τὸν λόγον καὶ ἀναδεχόμενος ὑπέρ τε ἐμοῦ καὶ τοῦ προσώπου τῶν κληρονόμων Κολλύθου ἀπογενομένου μου

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
