# SB 18 13762

Documentary Papyri, SB 18, SB 18 13762. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13762
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13762

ἤδη μὲν καὶ διὰ συμμάχου τῶν δεσποτικῶν γεγράφηκα πρὸς τὴν ὑμετέραν δεσποτείαν καὶ ἀποστρέψαντος τοῦ συμμάχου καὶ μὴ ἐνέγκαντός μοι γράμματα, ὡς οἶδεν ὁ κύριος, πάνυ ὠλιγωρήσαμεν πάντες. εἶτα ἐρωτηθεὶς παρʼ ἐμοῦ ὁ σύμμαχος εἰς τὰ ἀντίγραφα εἶπεν ὅτι γράμματα ἐδεξάμην πρὸς τὸν κουράτορα καὶ ηὗρα αὐτὸν εἰς τὴν Περώνην καὶ εὐθέως ἀπέλυσέν με, τὰ δὲ γράμματά σου ἀποδέδωκα …ίῳ στρατιώτῃ τῶν δεσποτικῶν ἵνα παράσχῃ τῷ κυρίῳ Ἀγαπητῷ εἴτε ἐδέξασθε οὐκ οἶδα, εἴτε οὐκ ἐδέξασθε οὐκ οἶδα, μόνον ὠλιγωρήσαμεν πάντες. νῦν οὖν Ἰωάννου τοῦ ἐκκλησιαστικοῦ συμμάχου κατερχομένου μετὰ γραμμάτων παρὰ τοῦ ἐπισκόπου, ἀναγκαῖον ἡγησάμην γράψαι καὶ διʼ αὐτοῦ καὶ προσκυνῆσαι τὴν ὑμετέραν δεσποτείαν. διδάσκω δὲ ὑμᾶς ὅτι καὶ μὲν ἐν ἐκείνοις τοῖς γράμμασι γεγράφηκα ὅτι καθὼς ἐκέλευσέν μοι ἡ σὴ δεσποτεία βαλεῖν τὰ δόκια καὶ ἄνωθεν βαλεῖν χεῖλος πήχεος ἑνός, ὡς εἰργάσατο ὁ οἰκοδόμος καὶ ᾠκοδόμησεν τέσσαρας δόμους εἰς τὸ χεῖλος· πρὸ τοῦ καὶ βάλῃ φατνώσεις ἔπεμψεν καὶ ἐκώλυσεν τὸ κτίσμα ὁ ὁσιώτατος ἐπίσκοπος, οὐ μὴν καὶ τοὺς τέσσαρας δόμους οὓς ἔβαλα εἰς τὸ χεῖλος κατέστρεψεν· αὐτοῦ πρῶτον ἐρχομένου ἡμερούσιον καὶ διὰ τοῦ καγκελλίου προσέχων καὶ λέγων τῷ οἰκοδόμῳ σπούδασον εἰς τὸ ἔργον, καὶ ὡς δέδωκα τοὺς μισθοὺς ὅλα τὰ κτίσματα κατέστρεψεν. ἔπεμψα δὲ αὐτῷ λέγουσα ὅτι γράφω αὐτῷ καὶ ἀντεδήλωσέν μοι ὅτι εἴ τι θέλεις, γράψον· ἐγὼ γὰρ οὐ προσέχω αὐτῷ καὶ ἔωσα κτίσαι· οὐ μέλει μοι εἰς τοῦτο. ἀλλὰ καὶ πάντες ὠλιγωρήσαμεν ὅτι τοῦ κτίσματος καταστραφέντος μή τί ποτε συνέβη ὑμῖν. παρεκλήθη δὲ ἡ ὑμῶν δεσποτεία, καθὼς καὶ κατὰ πρόσωπον παρεκάλεσα, ἵνα τὸν μικρὸν ἀμανίτην πέμψῃς μοι καὶ τὸ μικρὸν ἐλάδιον καὶ τὸ μικρὸν γάρος ὀμφαλάριον ἵνα πέμψητε, ἐπειδὴ ἐνοχλοῦμαι διὰ τοὺς γάμους τῆς δούλης σου. εἰπὲ δὲ Σινουθίῳ τῷ παιδὶ ὅτι τὰ μαχαίρια ἃ ἔκλεψας πέμψον μοι ἰδοὺ εἰς τὴν … τὴν ἀπόκρισίν σου. ἐπεὶ ἐρχομένη ἐλπίζω ὅτι τὸ σκεῶριν αὐτοῦ ὡς κεῖται λαμβάνω. παρεκλήθητε δὲ διὰ τὸ μικρὸν καρακάλλιον τὸ ὄσπρον, ἐπειδὴ ἃ ἔχει μικρὰ αὐτοῦ ἐλ… πάντες δὲ εὐχόμεθα καὶ τῆς κατὰ πρόσωπον προσκυνήσεως …ημεν… καὶ ὁ δοῦλός σου Ἰοῦστος Βίκτωρ δὲ ὁ ὑμέτερος δοῦλος πολλὰ ὑμᾶς προσκυνοῦσιν. ἐγὼ δὲ ἡ δούλη σου Φοιβασία ἐλπίζω διὰ συντόμου προσκυνῆσαι ὑμᾶς ἐν Ἀλεξανδρείᾳ διʼ ἃ ἔπαθον Κύρα νύμφη πολλὰ ὑμᾶς προσκυνεῖ. προσκυνεῖ δὲ ὑμᾶς Βίκτωρ ὁ παῖς καὶ τοὺς ἑταίρους αὐτοῦ Βίκτορα καὶ Σινοῦθιν. ἐγὼ δὲ ὁ νεώτερος Ἀναστάσιος ὁ ὑμέτερος δοῦλος πάντοτε εὔχομαι ὑπὲρ τῆς ὑγιείας ὑμῶν ἵνα καὶ … ἀγάπην ὁ θεὸς δῷ ἡμῖν πλείστην καὶ εἰς τὴν ἐμὴν ταπείνωσιν νεω… υἱὸς τοῦ μακαρίου Δαμιανοῦ …πεμ υπ…ε πάντοτε …ς… ἔτι τὸ ει… καὶ παρέχω σοι καὶ εὐχαριστ…τ…σωστης δόξης ἀβλαβῆ διὰ σοῦ ἀμήν. δεσπότῃ ἐμῷ τὰ πάντα λαμπροτάτῳ μετὰ θεὸν προστάτῃ καὶ τιμιωτάτῳ Ἀγαπητῷ ἀργυροπράτῃ

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
