# SB 18 13777

Documentary Papyri, SB 18, SB 18 13777. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13777
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13777

μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου Χοιὰκ κ τῆς πέμπτης ἰνδικτίονος Αὐρηλία Ταὰμ ἡ καὶ Καλὲ θυγάτηρ Ἰακώβου μητρὸς Τσαβῖνε ἀπὸ κώμης Τρακατάνεως τοῦ Κοπτίτου νομοῦ Αὐρηλίῳ Δανιηλίῳ υἱῷ Σάϊτος ἀπὸ Μεμνονίων τοῦ Ἑρμονθίτου νομοῦ χαίρειν. ἐπειδὴ παρεθέμην σοι μανιάκην ἀργυρέαν ὑπὲρ φανερὰ χρυσίον καὶ τόκων διδόναι ὑπὲρ αὐτῶν, νῦν δὲ καὶ οὐκ ἐδυνήθην τοῦτο λυτρώσω παρὰ σοῦ, σοῦ δὲ ζητήσαντος παρʼ ἐμοῦ τὴν συμπλήρωσιν τῶν τόκων, ἐσκόπησα συμφέρειν μοι μᾶλλον ἀποταγῇ χρήσασθαι ὑπὲρ τοῦ αὐτοῦ μανιάκη, διʼ ἧς ὁμολογῶ τὸν εἰρημένον μανιάκην σοι παραχωρῆσαι καὶ δίδωμί σοι ἐξουσίαν τοῦτο χρήσασθαι καὶ πωλεῖν ἑτέροις καὶ ὑποθέσθαι καὶ χαρίσασθαι καὶ πάντα πράττειν περὶ αὐτοῦ ᾧ ἐὰν ἕλοιο τρόπῳ δεσποτικῷ ἀκωλύτως καὶ ἀνεμποδίστως· εἰ δὲ κατά τινα χρόνον ἐπεξέλθω ἢ …ω τι πρὸς σὲ ἢ κληρονόμους σοὺς ἐγὼ αὐτὴ ἢ κληρονόμοι ἐμοὶ ἢ οἱοσδήποτε ἕτερος ἐκ προσώπου μου περὶ οἱουδήποτε πράγματος ἀνήκοντος ταύτῃ τῇ ὑποθέσει, ἐκτίσω σοι λόγῳ προστίμου χρυσοῦ νομίσματα δώδεκα δυνάμει καὶ ἔργῳ ἀπαιτούμενα μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων. ἥδε ἡ ἀποταγὴ κυρία ἔστω καὶ βεβαία ἁπανταχοῦ προφερομένη μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ταὰμ ἡ καὶ Καλὲ θυγάτηρ Ἰακὼβ μητρὸς Τσαβῖνε ἡ προκειμένη ἐθέμην τὴν ὁμολογίαν ἤτοι ἀποταγὴν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλάυιος Μουσαῖος Μουσαίου γραμματ τῆς κώμης Τρακατάνεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης καὶ εἰπούσης μοι, γράμματα μὴ εἰδυίης, ὁ καὶ σωματίσας. Παῦλος Ἰσακίου ὑποδιάκονος τοῦ ἁγίου ἄπα Ψάτε μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τῆς θεμένης. Φλάυιος Εὐλόγιος Εὐπραξίου ἀπὸ Διοκλητιανοῦ πόλεως παρακληθεὶς ἔγραψα ὑπὲρ αὐτῆς εἰπούσης μοι καὶ παρούσης, γράμματα μὴ εἰδυΐης. Ἰακὼβ Δανιὴλ Σάϊτος …

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
