# SB 18 13867

Documentary Papyri, SB 18, SB 18 13867. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13867
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13867

… τὸν Σάραπιν, ὁ ἀναγινώσκων τὸ ἐπιστόλιον, τίς ἂν ᾖς, κοπίασον μικρὸν καὶ μεθερμήνευσεν ταῖς γυναιξὶ τὰ γεγραμμένα ἐν τῇ ἐπιστολῇ ταύτῃ καὶ μετάδος. Πτολεμαῖος Ζωσίμῃ τῇ μητρὶ καὶ Ῥοδοῦτι τῇ ἀδελφῇ χαίρειν. μέμφεσθε διὰ γραμμάτων καὶ διὰ ἀνθρώπων ὡς ἁμαρτήσαντά με, ἵνα ὀμνύω τοὺς θεοὺς πάντας μηδὲν τῶν λελαλημένων πεπρακέναι εἰ μὴ μόνον περὶ τοῦ ὄνου Καρᾶτος. ὑμεῖς δὲ ἐφάνητέ με καιροτηροῦσαι καὶ εἰ ὀργή τις ἔνι ἐν τῷ με μηδὲν παραπέμψασθαι ἀκούσαντα, ἰδοὺ ἐπλήγην ὑπὸ ἵππου καὶ ἐκινδύνευσα τὸν πόδα ἀπολέσαι ἢ καὶ τὸ ζῆν. μέμφομαι δὲ ὑμᾶς ὅτι οὔτε διὰ λόγων οὔτε διὰ γραμμάτων ἐπεσκέψασθέ με. θεῶν γὰρ θελόντων ἔχοι ἄν καλῶς … ἀλλὰ καὶ κατέσχον αὐτὸν καὶ εὐφράνθη ἐφʼ ἡμέρας τέσσαρες νυκτὸς ἡμέρας. τῇ ἐπαύριον, ὅτε οὐκέτι ἐνῆν πιεῖν, ἐστάθη μοι λέγων ὅτι εἰ θέλεις μνᾶν κρέως σοι ἀγορασθῆναι; λέγω· ναί. εὐθὺς δύο τετρώβολα δέδωκα αὐτῷ εἰς τὴν μνᾶν τοῦ κρέως. λαβὼν τὰ δύο τετρώβολα οὐδὲ τὸ κρέας οὐδὲ τὸν χαλκόν μου ἤνεγκε οὐδὲ ὤφθη μοι μέχρι τούτου. γράφω δὲ ὑμῖν οὐ χάριν τοῦ χαλκοῦ, ἀλλὰ χάριν τῆς γνώμης αὐτοῦ περὶ τῆς ἀδελφῆς μου. λαλεῖν δὲ αὐτῷ περὶ τοῦ χαλκοῦ οὗ ὀφείλει αὐτῇ ἐκώλυσα αὐτὴν διὰ τὴν ὑμῶν πασῶν ἐντροπήν. μὰ τοὺς θεούς, … ἐλυπήθην ἀκούσας ποῖ ἀπὸ τοῦ μικροῦ χαλκοῦ ἤχθη. ἡ δὲ Ῥοδοῦς …δ… … εἰς τὴν πέμπτην καὶ εἰκοστὴν τοῦ θεοῦ ἵνα μὴ ἀναβῇς, ἐλυπήθην. προτρέπομαί σε δὲ ἀναβῆναι εἰς τὴν ἑβδομηκοστὴν τοῦ θεοῦ, ἀναβῆναι παρʼ ἐμὲ ὡς εἰς τὰ ἴδια. ἡ αὐτὴ γὰρ φιλία μένει. πρότρεψαι δὲ καὶ τὴν πρεσβυτέραν ἀναβῆναι. περὶ τῆς ἐπιστολῆς ἧς μοι ἐπέμψατε, οὐ κομισάμενος εἶπε ὅδε· οὐ μὰ τὸν Σάραπιν οὐκ ἔσχισα· οὐ γάρ εἰμι ἀμαθής. …ντει…γείνεται π… ὑμᾶς … σήκωμα λοιπὸν ω…ε … γένηται πρὸς ε…ατε … τῷ σηκώματί μου π…ου …αι η εισι… …θησιν…ψησαι … μένη καὶ ἐπισκεπομένη ποτὲ ἵνʼ ἐξαυτῆς τὴν γνώμην συστήσω. καὶ αὐτὴ γὰρ ἀγνωμονεστάτη ἐστί. ἀπῆσθα γάρ μου. ἐφʼ ἡμέρας τέσσαρες ἐγὼ ἀγωνιάσας, μήποτε ἠσθένησε ἢ ἄλλο τι πέπονθε, ἔπεμψά μου τὴν ἀδελφὴν προφάσει τοῦ Καρᾶ. πυνθανόμενος περὶ τῆς σωτηρίας αὐτῆς ἀπέφηνα τὸ πᾶν. Ἀμμώνιος ὁ ἀδελφός αὐτῆς εἴπε τῇ ἀδελφῇ μου ὅτι ἀπεδήμησε. ἀκούσας οὖν ὅτι ἀπεδήμησε ἱλαρὸς ἐγενόμην ὅτι οὔτε ἀσθενεῖ οὔτε ἔχει τι αὐτὴν πονηρόν· ὀργίζομαι δὲ ὅτι οὐκ ἀπετάξατό μοι ἀλλὰ ἄνευ μοῦ ἀπεδήμησε. πλὴν οὐδὲν ξένον τῆς ἀγνωμοσύνης αὐτῶν. ἐγὼ γὰρ ἤθελον πᾶν ὑμῖν πέμψαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἀσπάζου Ταπσῶιν καὶ τὴν μητέρα Ἰσαροῦν.

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
