# SB 18 13951

Documentary Papyri, SB 18, SB 18 13951. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13951
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13951

μετὰ τὴν ὑπατείαν Φλαουίου … Φλαουίῳ Εὐστοχίῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ κόμετι τῶν καθοσιωμένων δομεστικῶν καὶ πρωτεύοντι τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιος Ἰωσῆφ Καραλᾶ εἰρηνάρχης ἔτι μὴν καὶ Παῦλος … ὁρμώμενος ἀπὸ κ … χαίρειν· ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος θεὸν παντοκράτορα καὶ τὴν θείαν εὐσέβειαν τῆς καλλινίκου κορυφῆς ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῆς ὑμῶν ἐνδοξότητος Αὐρηλίους Σαμβᾶν υἱὸν Ἀρῖ καὶ Πελλῆν υἱὸν … ὁρμώμενον ἀπὸ … ἀλλὰ καὶ ἐπιζητουμένους παρὰ τῆς ὑμῶν ἐνδοξότητος παροίσω καὶ παραδώσω αὐτοὺς ἐν τῇ δημοσίᾳ φυλακῇ ταύτης τῆς πόλεως ὅθεν καὶ ἐγὼ τούτους παρείληφα, εἰ δὲ μὴ τούτους παραδώσω ὡς εἴρηται ἐπιζητουμένους ὥστε με τὸν τούτων ἐγγυητὴν ἔνοχον εἶναι τῇ ὑμῶν ἐνδοξότητι πᾶσι τοῖς ἐπιζητουμένοις παρʼ αὐτῆς πρὸς τούτους καὶ τὰς ἀποκρίσεις ποιήσασθαι ὑποκειμένων αὐτῇ εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξάντων ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. κυρία ἡ ἐγγύη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσῆφ Κεφαλᾶ εἰρηνάρχης ἐγγυῶμαι ἑκουσίᾳ γνώμῃ μονῆς καὶ ἐνφανείας Αὐρηλίους Σαμβᾶν υἱὸν Ἀρῖ καὶ Πελλῆν υἱὸν … ὡς πρόκειται καὶ ἀπέλυσα. ὁ δεῖνα τοῦ δεῖνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. … ἐγγύη Σαμβᾶ καὶ Πελλῆ ὑπὸ Αὐρηλίου Ἰωσῆφ Κεφαλᾶ εἰρηναρχῶν εἰς Φλάουιον Εὐστόχιον κόμετα.

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
