# SB 18 13974

Documentary Papyri, SB 18, SB 18 13974. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-18/13974
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-18/13974

… … οἱ πρὸς τῇ διαλογῇ τῆς πόλεως διʼ ἐμοῦ τοῦ δεῖνος σεσημείωνται. … τῷ δεῖνι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίου Σερήνου Σαραπίωνος ἐπικαλουμένου Καλλίωνος … τοῦ προειμένου μοι δανείου ἀντίγραφον ὑπόκειται. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυείντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Κυείντου Ἑρεννίου Ἐτρούσκου Μεσσίου Δεκίου καὶ Γαίου Οὐάλεντος Ὁστιλιανοῦ Μεσσίου Κυείντου τῶν σεβασμιωτάτων Καισάρων Σεβαστῶν μηνὸς Χοιὰκ … ὁμολογεῖ Αὐρήλιος Ὡρίων Καπούρεως μητρὸς τῆς δεῖνος … Αὐρηλίῳ Σερήνῳ Σαραπίωνος ἐπικαλουμένῳ Καλλίωνι … ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Ὡρίωνα διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα χρῆσιν εἰς μῆνας … ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ τόκου δραχμιαίου ἑκάστῃ μνᾷ κατὰ μῆνα ἕκαστον, καὶ ἐπάναγκον ἀποδώσειν τῷ Καλλίωνι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους ἐν μηνὶ … τοῦ εἰσιόντος γ ἔτους ἀνυπερθέτως, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, καὶ περὶ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ὡρίων Καπούρεως ἔσχον τὰς δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα καὶ ἀποδώσω ὡς πρόκειται. ὧν χρόνων καὶ διελθόντων καὶ τῆς ἀποδόσεως μὴ γενομένης, βουλόμενος δὲ ἀπὸ τῆς τρισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι, δίδωμι τῇ πόλει τὰς ὁρισθείσας δραχμὰς … καὶ ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ σοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ τοῦ δεῖνος ὑπογεγραμμένην ὑπὲρ ἐμοῦ ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι αὐτὴν ἀληθῆ συνκαταχωρίσαι αὐτὴν τῷδε τῷ ὑπομνήματι εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τὸ δὲ ἀντίγραφον καὶ εἰς τὴν τοῦ Νανέου, καὶ συντάξαι γράψαι τῷ … στρατηγῷ μεταδοῦναι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον τῷ Αὐρηλίῳ Ὡρίωνι ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτοῦ τελείοις, ἐὰν δὲ ὦσι καὶ ἀφήλικες, νομίμοις αὐτῶν ἐπιτρόποις η… ἵνα εἰδεῖεν καὶ ποιήσοιντό μοι τὴν ἀπόδοσιν τῶν δραχμῶν ἑπτακοσίων ὀγδοήκοντα καὶ τῶν τόκων, ἢ εἰδεῖεν χρησόμενόν με τοῖς ἑξῆς ἁρμόζουσιν περὶ ἐνεχυρασίας νομίμοις ὡς καθήκει, … κατὰ μηδὲν ἐλαττουμένου μου περὶ ὧν ἑτέρων ἔχω πρὸς αὐτὸν δικαίων. Αὐρήλιος Σερῆνος ἐπικαλούμενος Καλλίων ἐπιδέδωκα.

---

Documentary Papyri, SB 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;18.
