# SB 20 14167

Documentary Papyri, SB 20, SB 20 14167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14167
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14167

Νορβανῷ τῷ καὶ Σερήνῳ στρατηγῷ Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Θενπετσώκιος Πετεσούχου μητρὸς Τασουχαρίου ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου τοῦ υἱοῦ Πτολεμαίου τοῦ ἐκ πατρὸς … · ὑπάρχει μοι ἐν τῇ κώμῃ οἰκία καὶ αἴθριον καὶ αὐλὴ ἐν ᾗ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτήν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ι ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα τῶν κυρίων Σεβαστῶν κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς προκειμένης κώμης Τεπτύνεως· καί εἰμι Θενπετσῶκις ἡ προγεγραμμένη ἄσημος ἐτῶν νδ· καὶ τὸν προγεγραμμένον μου κύριον ὄντα μου καὶ υἱὸν Πτολεμαῖον κλειδοποιοῦ ἐτῶν λγ· ἀδελφὴ Ἑλένη Πετεσούχου ἄσημος ἐτῶν νδ· καὶ τὴν ταύτης θυγατέρα Ταορσέα ἐτῶν λε· καὶ ἐξ ἀμφοτέρων τέκνα … γεννηθέντα τῷ ἐνεστῶτι ια ἔτους· καὶ δούλην ἐμοῦ τῆς Θενπετσώκιος Θερμουθάριον ἐτῶν η· τῆς ἀδελφῆς μου θυγατρὸς δούλην Πρωτοῦν ἐτῶν …· ὑπάρχει δὲ τῇ αὐτῇ Ταορσεῦτι … πρωδεδηλωμεν- τῷ ι ἔτει … καὶ ἐπʼ ἄλλον τόπον ψιλὸς τόπος … ἐμοὶ τῇ Θενπετσώκει ἐπʼ ἄλλον τόπον … ἐν οἷς οὐδεὶς ἀπογράφεται. διὸ ἐπιδέδωκα. ἔτους ια Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Ποβλίου …

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
