# SB 20 14197r.r6.107-14197r.r8.156

Documentary Papyri, SB 20, 14197r.r6.107 to 14197r.r8.156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14197r.r6.107
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14197r.r6.107

γενικὸς ὁμοίως ἐκ λόγου τοῦ προτέρου μηνὸς ἀρτάβαι ριθ μέτρα ϛ ὧν ἀναλώματος· ὀψωνίων· ἐμοὶ Ἡρωνίνῳ πυροῦ ἀρτάβη α Ποντικῷ πυροῦ ἀρτάβη α Ἀκιῆς ὀνηλάτης πυροῦ ἀρτάβη α Πουᾶρις ὀνηλάτης πυροῦ ἀρτάβη α Κάστωρ ὀνηλάτης πυροῦ ἀρτάβη α Πωλίων βουκόλος πυροῦ ἀρτάβη α Ἡρακλᾶς ὀνοφύλαξ πυροῦ ἀρτάβη α Κιῶτʼ προστάτης Χαιρέου πυροῦ ἀρτάβη α Δεῖος βουκόλος πυροῦ ἀρτάβη α Σαραπάμμων πυροῦ ἀρτάβη α Δημέας πυροῦ ἀρτάβη α Διονύσιος πυροῦ ἀρτάβη α Ἑρμῆς πυροῦ ἀρτάβη α Παπίας πυροῦ ἀρτάβη α Τιμοκράτης πυροῦ ἀρτάβη α Ἀσῆσι κατʼ ἐκδόσεως χωμάτων πυροῦ ἀρτάβη α θυρουρῷ ξενίας μέτρα ε γίνονται ὀψωνίων ἀρτάβαι ιϛ μέτρα ε Φορτουνάτῳ ὄντι ἐπὶ τῶν ἁλωνιῶν ἀρτάβη α καὶ εἰς ἀρτοποιίαν τῆς φροντίδος ἀρτάβη α ποταμίταις εἰς ἀρτοποιίαν διὰ Ποντικοῦ ἐφʼ ἡμέρας λγ ἐπιστείλαντος Νίννου ἀρτάβαι ιϛ καὶ ἐπράθη ὧν ἡ τιμὴ ἐλημματίσθη διὰ τοῦ ἀργυρικοῦ λόγου πυροῦ ἀρτάβαι ιγ γίνονται ἐπὶ τὸ αὐτὸ ἀναλώματος ἀρτάβαι μζ 𐅵 λοιπὸν ἀπόκειται ἀρτάβαι οβ μέτρον α ἄλλου πυροῦ ἀρτάβαι γενήματος γ ἔτους περιεγένετο ἀπὸ κλήρου Κύτους ἀρτάβαι λε πυροῦ ἀρτάβαι μέτρῳ παραλημπτικῷ ἀρτάβαι τμγ 𐅵 καὶ ὁμοίως περιεγένετο ἀπὸ κτήματος πρότερον τῶν τοῦ Σφηκὸς ἀρτάβαι ι καὶ κλήρου Κύτους Μικροῦ ἀρτάβαι δ γίνονται ἀρτάβαι ιδ ἀρτάβαι ρνθ μέτρα δ καὶ κλήρου Ἀλαβιὲν ἀρτάβαι θ κοινῶν πρὸς Διόσκορον προστάτην υἱοῦ Ποντικοῦ ἐφʼ ἡμισείαν ἀπʼ ἀρταβῶν ρμθ 𐅵 ὡς αἱρεῖν τῷ κυριακῷ λόγῳ κατὰ τὸ 𐅵 μέρος ἀρτάβαι οδ μέτρα ζ χοίνικες β γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι φοζ μέτρα ϛ χοίνικες β αἱ οὖσαι μέτρῳ τετραχοινίκῳ πυροῦ ἀρτάβαι χϛ μέτρα β αἱ οὖσαι ὑποπε 𐅵 η … ἄρτων ὁμοίως· ἐκ λόγου τοῦ προτέρου μηνὸς ζεύγη κγ ἄρτος α καὶ ἠρτοποιήθη ἀρτάβη α ζεύγη μ τὰ γεινόμενα ζεύγη μ γίνονται ἐπὶ τὸ αὐτὸ ζεύγη ξγ ἄρτος α ὧν ἀναλώματος·

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
