# SB 20 14197r.r8.157-14197r.r11.213

Documentary Papyri, SB 20, 14197r.r8.157 to 14197r.r11.213. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14197r.r8.157
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14197r.r8.157

τοῖς λικμῶσι ἁλωνίαν κριθῆς ἐργάται ϛ ἐφʼ ἡμέρας β ζεύγη ϛ τοῖς λικμῶσι ἁλωνίαν Κύτους ἐργάται κδ ζεύγη κδ Κανώπῳ τέκτονι ἐργάται ἐφʼ ἡμέρας ι ζεύγη ι Ἀτάμμωνι πίπτοντι ὕδωρ τοῖς ποταμίταις ἐφʼ ἡμέρας ε ζεύγη ζ ἄρτος α λοιπὸν ἀπόκειται ζεύγη ιϛ γίνονται ἀναλώματος μζ ἄρτος α κριθῆς· περιεγένετο ἀπὸ κλήρου Γλωσσοκομ ἀρουρῶν ζ ἀρτάβαι οα 𐅵 αἱ οὖσαι μέτρῳ τετραχοινίκῳ ἀρτάβαι οε χοίνικες γ ὧν ἀναλώματος· εἰς τὸ Λιλοίτιν ἀρτάβαι α 𐅵 τοῖς ἀρτοποιοῖς εἰς τὰ ψωμία τῶν λικμώντων καὶ τῶν ποταμιτῶν ἀρτάβη α λοιπὸν ἀπόκειται ἀρτάβαι οβ 𐅵 χοίνικες γ φακῆς· ἐκ λόγου τοῦ προτέρου μηνὸς ἀρτάβαι ε ὧν ἀναλώματος· τοῖς λικμῶσι τὰς ἁλωνίας καὶ τοῖς ἐπερχομένοις μέτρα β Φορτουνάτῳ ὄντι ἐπὶ τῶν ἁλωνιῶν μέτρον α ποταμίταις ἐπιστείλαντος Νίννου ἀρτάβη α λοιπὸν ἀπόκειται ἀρτάβαι γ μέτρα ζ ἀρακοσπέρμου· ἐκ λόγου ἀρτάβη α μέτρον α ἐλαίου· Ἀτάμμωνι πίπτονι ὕδωρ τοῖς ποταμίταις κοτύλη 𐅵 η τοῖς λικμῶσι τὰς ἁλωνίας ἐργάται λγ κοτύλαι δ η Φορτουνάτῳ ὄντι ἐπὶ τῶν ἁλωνιῶν κοτύλαι δ καὶ προσοφείλεται τῷ λόγῳ ἀπὸ τοῦ προτέρου μηνὸς κοτύλαι λη δ η γίνονται ἐπὶ τὸ αὐτὸ κοτύλαι μ ζ τὰ καὶ προσοφείλεται τῷ λόγῳ οἴνου· ἐκ λόγου τοῦ προτέρου μηνὸς ἁπλᾶ μονόχωρα υκϛ καὶ μετηνέχθη μοι ἀπὸ Ἰβιῶνος διὰ Σουχάμμωνος ἐξ ἐπιστάλματος Νίννου μονόχωρα νβ γίνονται ἐπὶ τὸ αὐτὸ ἁπλᾶ μονόχωρα υοη ὧν ἀναλώματος· Κοπρῇ προνοητῇ Ἀράβων ἐξ ἐπιστάλματος Νίννου ἁπλᾶ μονόχωρα λβ ὑπὲρ Ἀμεσυσίων· ἐμοὶ Ἡρωνίνῳ μονόχωρον α Ποντικῷ μονόχωρον α Ἀκιῆς ὀνηλάτης μονόχωρον α Πουᾶρις ὀνηλάτης μονόχωρον α Κάστωρ ὀνηλάτης μονόχωρον α Πωλίων βουκόλος μονόχωρον α Ἄσεις βουκόλος μονόχωρον α Δεῖος βουκόλος μονόχωρον α Δωρίων ταυρηλάτης μονόχωρον α Ἀσῆσι κατʼ ἐκδόσεως χωμάτων μονόχωρον α Ἡρακλᾶτι ὀνοφύλακι μονόχωρον α Κιῶτʼ προστάτῃ Χαιρέου μονόχωρον α Σαραπάμμων οἰκέτης μονόχωρον α Δημέας μονόχωρον α Διονύσιος μονόχωρον α Ἑρμῆς μονόχωρον α Παπίας μονόχωρον α Τιμοκράτης μονόχωρον α Φορτουνάτῳ ὄντι ἐπὶ τῶν ἁλωνιῶν μονόχωρον α καὶ ἐπράθη ὧν ἡ τιμὴ ἐλημματίσθη διὰ τοῦ ἀργυρικοῦ λόγου μονόχωρα σκε Ἥρωνι χειριστῇ καὶ Νειλᾷ ἐλθοῦσι εἰς λίκμησιν ἁλωνιῶν ἐφʼ ἡμέρας ϛ μονόχωρα …β λήμματος σοη λοιπὸν ἀπόκειται ἁπλᾶ μονόχωρα σ ὄξους·

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
