# SB 20 14199

Documentary Papyri, SB 20, SB 20 14199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14199
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14199

Ὠφελᾶς ὁ καὶ Βησᾶς Σαραπᾶτος μητρὸς Ἀπολλωνοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως συσταθεὶς ὑπὸ Ἀρτεμιδώρου Ἀμεννέως τοῦ Ἀρτεμᾶτος μητρὸς Θακώριος Ἀμεννέως ἀπὸ τῆς αὐτῆς πόλεως κατὰ συστατικὸν γενόμενον διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει μνημονείου τῷ ἐνεστῶτι μηνὶ οὗ ἀντίγραφον ὑπόκειται Εὐδαιμονίδι τῇ καὶ Πλουτάρχῃ χρηματιζούσῃ μητρὸς Σινθώνιος Πεκύσιος καὶ τῇ ταύτης μητρὶ Σινθώνει Πεκύσιος μητρὸς Τεενκεγοῦτος ἀμφοτέραις ἀπὸ Τανάεως ἐξ ἴσου ἑκατέρᾳ μετὰ κυρίου τῇ μὲν Εὐδαιμονίδι τῇ καὶ Πλουτάρχῃ Ἀμμωνίου τοῦ καὶ Διονυσίου Ἀμμωνίου μητρὸς Ἁράσιος ἀπὸ Ὀξυρύγχων πόλεως τῇ δὲ Σινθώνει τοῦ ὁμογνησίου αὐτῆς ἀδελφοῦ Παχνούβιος χαίρειν. ὁμολογῶ πεπρακέναι ὑμῖν ἀπὸ τῆς ὑπαρχούσης τῷ αὐτῷ συνεστακότι με Ἀρτεμιδώρῳ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου πατρικῆς οἰκίας καὶ αἰθρίου καὶ τῆς προσούσης αὐλῆς ἀπὸ τῆς αὐτῆς αὐλῆς ἐκ τοῦ ἀπὸ ἀπηλιώτου ταύτης μέρους ἐμβαδοῦ πήχεις πεντήκοντα διατείνοντας βορρᾶ ἐπὶ νότον ἐπὶ τὸ πέρας τῆς ὅλης αὐλῆς ἀπηλιώτου δὲ ἐπὶ λίβα μέχρι οὗ πληρωθῶσιν οἱ αὐτοὶ ἐμβαδοῦ πήχεις πεντήκοντα . γείτονες τῶν αὐτῶν πωλουμένων ὑμῖν ὑπʼ ἐμοῦ ἀπὸ τῆς αὐλῆς ἐπὶ τοποθεσίᾳ πηχῶν πεντήκοντα νότου Διογένους καὶ ἄλλων βορρᾶ Σαραπίωνος χρηματίζοντος μητρὸς Θαισοῦτος ἀπηλιώτου Λουκίου Ἑρειννίου Κρείσπου καὶ ἄλλων λιβὸς οἱ λοιποὶ τῆς αὐτῆς αὐλῆς τόποι. τὰς δὲ συνπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τῶν αὐτῶν πωλουμένων ὑμῖν ὑπʼ ἐμοῦ ἐπὶ τοποθεσίᾳ ἐμβαδοῦ πηχῶν πεντήκοντα ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς πεντακοσίας αὐτόθι ἀπέσχον παρʼ ὑμῶν διὰ χειρὸς ἐκ πλήρους ἅσπερ ἀποκαταστήσω…των…στατικο…ν δὲ πρᾶσιν ποιοῦμαι τῶν αὐτῶν ἐπὶ τοποθεσίᾳ ἐμβαδοῦ πηχῶν πεντήκοντα ἐπὶ τῷ τὸν αὐτὸν … αὐτοῦ ἐν τοῖς μὲν ἀπηλιωτικοῖς καὶ νοτίνοις μέρεσι τῶν αὐτῶν πηχῶν πεντήκοντα κλίβανον καὶ τοῦτον ἑαυτῷ μετενε…ρωσαι κατα…οντος τοῦ τοῦ τόπου ἐκ λιβὸς νοτίνου μέρους τοῦ οἰκοδομηθησομένου ὑφʼ ὑμῶν ἐν τοῖς αὐτοῖς πήχεσι πεντήκοντα τείχους …αι διʼ ὅλου τείχους …η χρᾶσθαι αὐτὸν τῷ ἐσομένῳ ὑφʼ ὑμῶν τείχει. τῆς τῶν αὐτῶν πηχῶν πεντήκοντα διὰ παντὸς βεβαιώσεως πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ αὐτῷ συνεστακότι με Ἀρτεμιδώρῳ οὓς καὶ παρέξεται ὑμῖν σὺν ἐγγόνοις καὶ τοῖς παρʼ ὑμῶν μεταλημψομένοις καθαροὺς ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. κυρία ἡ πρᾶσις οὖσά μου τοῦ Ὠφελᾶ τοῦ καὶ Βησᾷ ἰδιόγραφος τρισσὴ γραφεῖσα χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς. ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων Μεσορὴ τριακάδι. ἐστὶ δὲ τοῦ συστατικοῦ τὸ ἀντίγραφον. ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων μηνὸς Καισαρείου …κω…

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
