# SB 20 14303.3.50-14303.4.80

Documentary Papyri, SB 20, 14303.3.50 to 14303.4.80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14303.3.50
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14303.3.50

καὶ τὴν τούτου γυναῖκαν οὖσαν αὐτοῦ καὶ ὁμοπάτριον … καὶ ὁμομήτριον ἀδελφὴν Ἀφροδοῦν ἐτῶν μβ, ἀμφοτέρους ἀπογεγραμμένους τῷ β ἔτει ἐπὶ Ἱερᾶς Πύλης· καὶ τὰ ἐξ ἀλλήλων τέκνα Διόσκορον ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν ιβ· καὶ Ὀνήσιμον ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν ι· καὶ Ἀσκλᾶν ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν η· καὶ θυγατέρα Ζωιδοῦν ἐτῶν ϛ· καὶ Ἡραίδα ἐτῶν β. διὸ ἐπιδίδωμι. κατακεχώρισται στρατηγῷ καὶ τοῖς ἄλλοις πᾶσι. ἔτους ιζ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἐπεὶφ κη. Μαξίμῳ τῶι καὶ Νεάρχῳ στρατηγῷ καὶ Ἡρακλείδῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Σαβείνῳ καὶ Ἀντωνείνῳ γραμματεῦσι μητροπόλεως παρὰ Ἰσιδώρας τῆς Ἥρωνος τρίτου τοῦ Ἥρωνος μητρὸς Ἰσιδώρας τῆς Ἀσκληπιάδου ἀναγραφομένης καὶ ἀπογεγραμμένης διʼ ἑτέρου ὑπομνήματος ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου· ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεως δ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾧ προσαπογράφομαι ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου …ς ἐφʼ οὗ καὶ τῇ τοῦ ιϛ ἔτους Ἁδριανοῦ ἀπογραφῇ ἀπεγράψαντο· καί εἰσιν· … α… Ζωιδοῦν … μητρὸς … απ… τωπ… ἐφʼ ἑτερ… ἐν ἐπιγεγενημένοις … ἐτῶν ε· καὶ … Διοδω… προσαπογραφ- … ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ κ…

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
