# SB 20 14464

Documentary Papyri, SB 20, SB 20 14464. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14464
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14464

ἐμίσθωσεν Ἁρσεῖς Ἀπερῶτος μητρὸς Θακώριος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ πατρὸς Ἀπερῶτος Σύρου μητρὸς Ἁρσεῖτος ἀπὸ τῆς αὐτῆς πόλεως Πτολεμαίῳ Ἑρμίππου τοῦ καὶ Ἁρποκρατίωνος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μόνον τὸ εἰσιὸν ἔβδομον ἔτος τὰς ὑπαρχούσας αὐτῇ περὶ Νέσλα ἐκ βορρᾶ τόπου λεγομένου Ἀπελλοῦ ἀρούρας δύο ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται ὁ μεμισθωμένος χωρὶς ἰσάτεως καὶ ἐχομενίου, φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ὀγδοήκοντα , ἅσπερ ὁμολογεῖ ἡ Ἁρσεῖς αὐτόθι ἀπεσχηκέναι παρὰ τοῦ Πτολεμαίου διὰ χειρὸς ἐκ πλήρους, τῶν τῆς γῆς δημοσίων παντοίων καὶ ἐπιμερισμῶν πάντων ὄντων πρὸς τὴν Ἁρσεῖν. ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ τῷ μετὰ τὸ εἰσιὸν ἕβδομον ἔτος ἐνιαυτῷ. ἐπάναγκον οὖν βεβαιούτω ἡ Ἁρσεῖς ἐπὶ τὸν χρόνον τὴν μισθοαποχὴν ἢ ἀποτεισάτω ὃ ἔσχεν ἀργύριον διπλοῦν, τῆς πράξεως οὔσης ἔκ ται αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων. μετὰ δὲ τὸ εἰσιὸν ἕβδομον ἔτος οὐκ …

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
