# SB 20 14633

Documentary Papyri, SB 20, SB 20 14633. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/14633
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/14633

ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁδριανοῦ. διέγραψε διὰ Κασίου καὶ μετόχων πρακτόρων ἀργυρικῶν Πνεφερῶς νεώτερος Πνεφερῶτος τοῦ Μαρσείους μητρὸς Ἴσειτος συνταξίμου τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς δεκαπέντε διώβολον, γίνονται δραχμαὶ ιε διώβολον· Ἁδριανοῦ κη, ἀργυρίου δραχμὰς τέσσαρας τετρώβολον, γίνονται δραχμαὶ δ τετρώβολον· Τῦβι κγ, ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· Φαρμοῦθι ι, ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ· Παχὼν κθ, ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Θῶθ β. διέργαψε διὰ Κασίου καὶ μετόχων πρακτόρων ἀργυρικῶν Πνεφερῶς νεώτερος Πνεφερῶτος τοῦ Μαρσείους μητρὸς Ἴσειτος συνταξίμου τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ δ. διέγραψε διὰ Κασίου καὶ μετόχων πρακτόρων ἀργυρικῶν Πνεφερῶς νεώτερος Πνεφερῶτος τοῦ Μαρσείους μητρὸς Ἴσειτος συνταξίμου τοῦ αὐτοῦ ἔτους χαλκοὺς δ καλχοὺς 2, γίνονται ἡμιωβέλιον χαλκοῖ 2, μαγδωλοφυλακίας δραχμὴν α τριώβολον ἡμιωβέλιον, δεσμοφυλακίας καὶ ποταμοφυλακίδων τριώβολον ἡμιωβέλιον· Μεσορὴ κη, μερισμοῦ ἀπόρων τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς πέντε, γίνονται δραχμαὶ ε, μαγδωλοφυλακίας ὀβολὸν … τριώβολον ἡμιωβέλιον, δεσμοφυλακίας ὀβολὸν. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, …. διέγραψε διὰ Κασίου καὶ μετόχων πρακτόρων ἀργυρικῶν Πνεφερῶς νεώτερος Πνεφερῶτος τοῦ Μαρσείους μητρὸς Ἴσειτος συνταξίμου τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, … … ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· Τῦβι κα, ἀργυρίου δραχμὰς … ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, Φαμενώθ κβ, … μαγωλοφυλακίας ὀβολὸν χαλκοὺς 2, δεσμοφυλακίας… ἔτους ὀκτωκαιδεκάτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παχὼν ζ. διέγραψε Δημητ καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Θεαδελφίας Πνεφερῶς τοῦ Μαρσείους μητρὸς Θερμουθ συνταξίμου τοῦ αὐτοῦ ἔτους Θεαδελφίας ἀργυρίου δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ· Μεσορὴ ζ, ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· ἐπαγομένων γ, ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ …ομ… ἀργυρίου δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ.

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
