# SB 20 15001

Documentary Papyri, SB 20, SB 20 15001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/15001
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/15001

… …ουλυ… ἀδικοῦμαι ὑπὸ Τεττάφου τοῦ ἐπιστατοῦντος τὴν Λυσιμαχίδα. τῶι γὰρ ϛ ἔτει, ὡς αἱ πρόσοδοι, Παῦνι α παραγενόμενος ἐπὶ τὸ στιβεῖόν μου ἀπήιτει με ἱμάτιον ὃ ἐδεδώκει μοι πλῦναι Θασῶς ἡ τῶν ἐκ Λυσιμαχίδος ἰσιονόμος· ἐμοῦ δὲ ἀπαιτοῦντος αὐτὸν τὸν συγχωρηθέντα μισθόν, ὁ δὲ οὐθένα λόγον ποιησάμενος, ἀλλὰ ἐπιπηδήσας πρός με ἐν τῆι προγεγραμμένηι κώμηι μετὰ Μενίσκου καὶ Ξεννίου τὰς χεῖράς μοι προσήνεγκεν … πυγμαῖς καὶ λακτίσμασιν εἰς ὃ τύχοι μου μέρος τοῦ σώματος … παρέδωκέ με τοῖς φυλακίταις, ἱερομηνίας οὔσης … … εἰς Κροκοδίλων πόλιν τῆι γ τοῦ αὐτοῦ μηνός … Τέτταφος, ὧι ἐγκαλῶ, παραλαβὼν Πετεῦριν τὸν φυλακίτην καὶ …ου ἠρεύνων ζητοῦντές με ὅπως προσαποτυπανίσωσίν με, ἀλλʼ οὐχ εὑρόντες με διὰ τὸ ἐν Κροκοδίλων πόλει εἶναι ἐτήρουν ἕως τοῦ …καμυ…τ… … εἰς τὸ ἐργαστήριον. καὶ οὕτως Τέτταφος καὶ Ξεννίας καὶ Μένισκος καὶ Ἕρμιππος καὶ Π… … ἔχοντες ῥοπάλια εἰσῆλθον εἰς τὸ ἐργαστήριόν μου καὶ καθικόμενοί μου π… … διεσκόρπισαν τὴν ἐμπολὴν παρόντος Πετεύριος τοῦ φυλακίτου περὶ ὧν ἐπεμαρτυράμην. … καὶ ἐν τῆι παροινίαι διεφώνησε πολλὰ ὧν τὰ πλήθη ἀγνοῶ. Ποσειδώνιος δὲ ὁ οἰκονόμος ἐπέστειλε Ποσειδίωνι τῶι στρατηγῶι ἵνα γράφηι τῶι Τεττάφωι παραγενόμενον εἰς Κροκοδίλων πόλιν … διακριθῆναί μοι ἕως τοῦ νῦν οὐκ ἐκπε… ἀξιῶ σὲ δεόμενος, βασιλεῦ, προστάξαι Ποσειδίωνι τῶι στρατηγῶι ἐπιστεῖλαι τῶι Τεττάφωι παραγενέσθαι ἐπʼ αὐτὸν καὶ …αι γὰρ ἐμβαλεῖν εἰς τὴν κώμην … περὶ ὧν συντετέλεσται εἰς με, Ποσειδίωνα διαγνῶναι. ἐπιστροφῆς δὲ γενομένης καὶ ο… ἔσομαι, ἐάν σοι φαίνηται, τετευχὼς τῆς παρὰ σοῦ, βασιλεῦ, βοηθείας. εὐτύχει.

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
