# SB 20 15036

Documentary Papyri, SB 20, SB 20 15036. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/15036
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/15036

… …αρα…μων … αμφοτερ…ο…ομολογημα τοις … …ολ… τοῖς συκοφαντουμένοις περὶ πλείστου ἐστὶν μὴ ἀφησυχάσαι ἐπὶ τῶν τε ἐπηρεάζειν βουλομένων καὶ συκοφαντεῖν. ὅθεν προήχθημεν ἔγγραφον ταύτην διαμαρτυρίαν παρʼ ὑμῖν ποιῆσαι πάλιν ἡμᾶς αὐτοὺς ἀσφαλισάμενοι πρὸς τὸ μὴ ἐκκεῖσθαι ἐπηρείᾳ δευτέρᾳ. γυνὴ Εὐδαιμονὶς τὸ ὄνομα ἐκ γειτόνων ἡμῶν οἰκοῦσα καὶ βουλομένη ψευδεῖς αἰτίας ἡμῖν ἐπιφέρειν ἔφησεν ἀντλητικὸν κάδον καὶ ἕτερον εἶδος χάλκεον ὑφῃρῆσθαι ἐν τῇ αὐτῆς οἰκίᾳ, καὶ πρὸς πιθανότητα τοῦ συκοφαντήματος, μέσου ὄντος τειχίου δύο αὐλῶν τῆς τε ἡμετέρας καὶ τῆς γείτονος οἰκίας καὶ τοῦ τειχίου κεράμοις ἐστοιβασμένου, τὸν συνδέοντα πηλὸν καὶ τῶν κεράμων τοὺς μέσους ὑφελομένη, ἡμῖν ἐπέφερεν τὴν αἰτίαν τῶν ὑφῃρημένων καὶ παρήγγειλεν μὲν ἡμῖν ἀπὸ τῆς ὑμετέρας τάξεως φρουρὰν λαβοῦσα, ἡμῶν δὲ παραγενομένων καὶ ἑτοίμων ὄντων ἀποκρίνεσθαι περὶ ὧν ἐσυκοφαντούμεθα, ὁ γαμῶν αὐτὴν στρατιώτης, ᾧ θαρροῦσα ταῦτα καθʼ ἡμῶν συνσκευάζεται, οὐκέτι μὲν ἐνῆγε πρὸς ἡμᾶς δίκην, προεκαλεῖτο δὲ ὅρκον καὶ τὴν παρʼ ἡμῶν πίστιν, ἀξιῶν ἡμᾶς ὀμνύναι περὶ τῶν αὐτῶν ὑφῃρημένων. ταῦτα προκαλεσαμένη ἅμα τῷ ἀνδρί, δόξαν αὐτῇ, οὐκέτι ἐπὶ τοὺς ὅρκους ἀπήντα, ἤτοι ἀλλαχόθεν εὑροῦσα ἢ καὶ παρὰ τῷ τὴν κηρυκίνην ἐπιτυχοῦσα τῆς εὑρέσεως. ὅπως δὲ ταῦτα μὴ ἀμάρτυρα ᾖ, μηδὲ τὸ συκοφάντημα αὐτῆς ὑφʼ ἡμῶν ἀποσιωπηθῇ, ἐπιδίδομεν τάδε τὰ βιβλία ἀξιοῦντες εἶναι ἐν καταχωρισμῷ δεικνύντα τὸν βίον τὸν ἡμέτερον καθαρεύοντα πάσης αἰτίας, ἵνʼ, εἰ ὕστερον πάλιν πειρηθείη συκοφαντεῖν, φανερὰ αὐτῆς ᾖ ἐκ τῶν ῥηθέντων ἡ προαίρεσις ἐν οἷς ἐπιχειρήσασα ἑάλω, ἐκ δευτέρου δὲ ἐξελεγχθῆναι δύνηται. διευτυχεῖτε. … Μεχεὶρ κε. …

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
