# SB 20 15089

Documentary Papyri, SB 20, SB 20 15089. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-20/15089
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-20/15089

ἔτους ἑνδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος … … ἐν Κερκεσούχοις τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Πασῆς Σακαῶνος ὡς ἐτῶν ὀγδοήκοντα τριῶν οὐλὴ ἀγκῶνι δεξιῶι ἡγούμενος προσοδικῶν γεωργῶν τῆς προγεγραμμένης κώμης καὶ Ἡρακλῆς Σοκμήνιος ὡς ἐτῶν τεσσαράκοντα … οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ Πετεεῦς Πεκμήιτος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπωι ἐξ ἀριστερῶν καὶ Πνεφερῶς Σακαῶνος ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ ἀντικνημίωι δεξιῶι καὶ Παυσεῖρις Στοτήτιος ὡς ἐτῶν ἑξήκοντα ἓξ οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ Πεκμῆις Φανομγέως ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετώπωι ἐξ ἀριστερῶν καὶ Πετῆσις Πεκμήιτος ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ποδὶ δεξιῶι καὶ Πεκμῆις Πεκμήιτος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ πήχει ἀριστερῶι καὶ Πεκμῆις Ἀλεξάνδρου ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντίχειρι ἀριστερᾶι οἱ ἐννέα πρεσβύτεροι προσοδικῶν γεωργῶν τῆς αὐτῆς κώμης Ἁτρῆι Ἁρπαγάθου ὡς ἐτῶν πεντήκοντα οὐλὴ πήχει ἀριστερῶι καὶ Ἀμμωνίωι Πετεεῦτος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ ὀφρύι δεξιᾷ ἀπέχειν παρʼ αὐτῶν πυροῦ μέτρωι δρόμωι ἀρτάβας δέκα ὀκτὼ αἵ εἰσιν τιμὴ χόρτου ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ὦσιν οὗ καταβέβρωκεν αὐτῶν τὰ βοϊκὰ κτήνη ἐν τῶι ἐνεστῶτι ἑνδεκάτωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐν οἷς γεωργεῖ Ἁρπαῆσις Ἁρπαήσιος προσοδικὸς γεωργὸς ἀνακεχωρηκὼς προσοδικοῖς ἐδάφεσι περὶ τὴν αὐτὴν κώμην ἐπὶ τῆς πέμπτης ὁδοῦ ἐν μιᾷ σφραγῖδι, ὑπὲρ ὧν καὶ μηδὲ τοὺς ὁμολογοῦντας μηδὲ τοὺς παρʼ αὐτῶν ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν τοῖς περὶ τὸν Ἁτρῆν μηδὲ τοῖς παρʼ αὐτῶν χόρτου χάριν τρόπωι μηδενί. ὑπογραφεῖς τῶν μὲν ὁμολογούντων Ἰσίδωρος Πτολεμαίου πρεσβύτερος γεωργῶν τῆς αὐτῆς προσόδου ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ ἀντικνημίωι ἀριστερῶι, τῶν δὲ περὶ τὸν Ἁτρῆν Ἑρμογένης Πτολεμαίου ὡς ἐτῶν ἑβδομήκοντα δύο οὐλὴ καρπῶι ἀριστερῶι. Πασῆς Σακαῶνος ἡγούμενος προσοδικῶν γεωργῶν Κερκεσούχων καὶ Ἡρακλῆς Σοκμήνιος καὶ Πετεεῦς Πεκμήιτος καὶ Πνεφερῶς Σακαῶνος καὶ Παυσεῖρις Στοτοήτιος καὶ Πεκμῆις Φανομγέως καὶ Πετῆσις Πεκμήιτος καὶ Πεκμῆις Πεκμήιτος καὶ Πεκμῆις Ἀλεξάνδρου οἱ ἐννέα πρεσβύτεροι προσοδικῶν γεωργῶν τῆς αὐτῆς κώμης ὁμολογοῦμεν ἀπέχειν παρὰ Ἁτρήους τοῦ Ἁρπαγάθου καὶ Ἀμμωνίου τοῦ Πετεεῦτος πυροῦ μέτρωι δρόμωι ἀρτάβας δέκα ὀκτὼ αἵ εἰσιν τιμὴ χόρτου ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ὦσιν …

---

Documentary Papyri, SB 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;20.
