# SB 22 15240

Documentary Papyri, SB 22, SB 22 15240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15240
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15240

ιζ βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ἕκτου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ἑπτακαιδεκάτηι Θωὺθ ἑπτακαιδεκάτηι, ἐν Ἀμμωνιάδι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Λυσίμαχος Τιμάρχου Βιθυνὸς τῆς ἐπιγονῆς Ἀγασίαι Μακεδόνι τῶν Ἀράτου τῆς δευτέρας ἱππαρχίας ἑκατονταρούρωι πυροῦ ἀρτάβας διακοσίας ἐφʼ ἡμιολίαι ἐπὶ τοῖς ἐπιγενήμασιν τοῖς τοῦ ἕκτου καὶ εἰκοστοῦ ἔτους τοῦ κλήρου αὐτοῦ τοῦ ὄντος περὶ Ἀμμωνιάδα, ὃν καὶ ἰδιοσπορεῖ. ὁμολογεῖ Ἀγασίας μεμετρῆσθαι καὶ ἔχειν παρὰ Λυσιμάχου εἰς τὸν σπερματισμὸν τῆς γῆς ταύτης. ἀποδότω δὲ Ἀγασίας Λυσιμάχωι τὸ προγεγραμμένον δάνειον καὶ τὴν ἡμιολίαν αὐτοῦ, τὰς πάσας πυρῶν ἀρτάβας τριακοσίας , ἀπὸ τῶν προγεγραμμένων γενημάτων τοῦ κλήρου ἐν μηνὶ Ἀπελλαίωι, Αἰγυπτίων δὲ Παῦνι τοῦ αὐτοῦ ἕκτου καὶ εἰκοστοῦ ἔτους, πυροῦ σπέρμα νέον καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων καὶ μὴ μέλαν, τοῦ γενομένου ἐν τῶι κλήρωι, μέτρωι χοὶ τῶι Τιμάρχου, μετρήσει καὶ σκυτάλῃ δικαίᾳ. ἀποκαταστησάτω δὲ εἰς Ἀμμωνιάδα οὗ ἂν Λυσίμαχος συντάσσῃ τοῖς ἰδίοις ἀναλώμασιν ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω παραχρῆμα τιμὴν ἀρτάβης ἑκάστης χαλκοῦ νομίσματος δραχμὰς χιλίας , ἐν δὲ τῇ ἐνεστώσῃ ὥρᾳ ᾗ πωλεῖται ἐν τῇ Ἀμμωνιάδι τὴν οὖσαν πλείστην τιμὴν ἡμιόλιον, καὶ εἰ μὴ κομίσασθαι τὸν πυρόν, ἐξέστω Λυσιμάχωι καὶ τοῖς παρʼ αὐτοῦ κυριεύειν τῶν γενημάτων πάντων τοῦ προγεγραμμένου κλήρου, καὶ ἐκβάλλων αὐτὸς ὅ τε Λυσίμαχος καὶ οἱ παρʼ αὐτοῦ καὶ ἔγγονοι αἱρῶνται ἐπʼ ἴσον εἰς τὴν γῆν ταύτην ἢ ἐπὶ τὰ ἐξ αὐτῆς γενήματα ἀνυπεύθυνοι ἔστωσαν παντὸς ἐπιτίμου καὶ ζημίας. ἔγγυος Ἀγασίου τοῦ προγεγραμμένου δανείου τῶν διακοσίων ἀρταβῶν τῶν πυρῶν ἢ τῆς τιμῆς αὐτῶν εἰς ἔκτινειν καὶ βεβαιωτὴς τῶν καρπῶν ὁ υἱὸς αὐτοῦ Διόφαντος Ἀγασίου Μακεδὼν τῆς ἐπιγονῆς, ἡ δὲ πρᾶξις ἔστωι Λυσιμάχωι πράσσοντι Ἀγασίαν ἢ τὸν ἔγγυον αὐτοῦ, καὶ παρʼ ἑνὸς αὐτῶν οὗ ἂν αἱρῆται καὶ παρʼ ἀμφοτέρων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, κατὰ δὲ τῆς συγγραφῆς ταύτης. καὶ χειρογραφήσεται Ἀγασίας Λυσιμάχωι παραχρῆμα παρʼ οἷς εἴθισται ὅρκον βασιλικόν, ἐν ὧι διασαφήσει καὶ τὰ διὰ τῆς συγγραφῆς δηλούμενα, καὶ μηδὲ μὲν Λυσίμαχον συστήσασθαι αὐτῶι μήτε δίκην μήτε κρίσιν μήτʼ ἄλλο τούτοις παραπλήσιον μηδὲν μηδεμίαν συστησαμένωι Λυσιμάχωι τοιοῦτό τι, μηδὲ παραγραφὴν τοῦ κλήρου προστελεῖν. ἡ συγγραφὴ κυρία πανταχοῦ οὗ ἂν ἐπιφέρηται. διὰ Ἡλιοδώρου. Λυσίμαχος ὡς ἐτῶν κζ, εὐμεγέθης, μελίχρως, μακροπρόσωπος, κλαστόθριξ, οὐλὴ μετώπωι, ἄλλη ὀφρύι ἀριστερᾶι. Ἀγασίας ὡς ἐτῶν λη, μέσος, μελίχρως, οὐλὴ μετώπωι μέσωι, ἄλλη φαλάνθωι … Διόφαντος ὡς ἐτῶν ιθ, μέσος, μελίχρως, οὐλαὶ ὑπὲρ ὀφρῦς ἀμφοτέρας, ἄλλη φακὸς φαλάνθωι ἀριστερῶι.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
