# SB 22 15313

Documentary Papyri, SB 22, SB 16 12288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15313
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15313

…α… …πω… …τετα…ου… καὶ τὴν τούτου γυναῖκα Θαυβάριον Σαραπίωνος τοῦ Ζωίλου μητρὸς Σαραπιάδος τῆς …ος τοῦ Μάρωνος ἐτῶν ιθ ἄσημον, ἐφʼ οὗ καὶ τῇ τοῦ κγ ἔτους κατʼ οικίαα ἀπογραφῇ ἀπεγράψατο σὺν τοῖς γονεῦσι ἐπὶ Μοήρεως νυνὶ δέ μετάβασιν ποιουμένη ἐπʼ ἄμφοδον Ἀπολλωνίου Παρεμβολῆς, ἀπογραφομένην δὲ καὶ νῦν σὺν τῷ πατρὶ ἐπὶ Μοήρεως, καὶ ἐξ ἀμφοτέρων τέκνα Πλουτίωνα ἐτῶν γ καὶ Ὡρίωνα ἔτους α τοὺς δύο μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγεννημένοις. διὸ ἐπιδίδωμι. ἔτους ιε Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ἐπαγομένων γ. ἐκ κατοχίμων καὶ νέων. Ὡρίων Γαίωνος τοῦ Ἀκουσιλάου Ἕλλην τῶν ἐν Ἀρσινοιτῃ κατοίκων ἀπὸ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς γ ἔτει Τῦβι κ ἀνελόμενος ἐξ οὗ ἐπέδωκε ὑπομνήματος δηλοῖ ἀφίστασθαι τοῖς ἀδελφοῖς Πλουτίωνι μὲν ὄντι ὁμοπατρίῳ καὶ ὁμομητρίῳ, Καλανδῶνι δὲ καὶ Σωκράτῃ καὶ Σαραπίωνι ὁμομητρίοις τοῖς γ ἀφήλιξι διὰ τοῦ Πλουτίωνος ὄντος καὶ ἐπιτρόπου τῆς τῆς μητρὸς αὐτῶν Θαυβαρίου Σαραπίωνος τοῦ Ζωίλου Ἑλληνίδος ἀπὸ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς κληρονομίας διὰ τό, ὥς φησι … βουλ αὐτοὺς προελθεῖν ἐπὶ μηδὲν τῶν ὑπὸ … καταλειφθέντων. Πασίων ὁ συνεπίτροπος καὶ Πλουτίων καὶ Ὡρίων οἱ β Γαίωνος ἀντιγραφόμεθα ἧς ποιούμεθα λύσεως ὑπαλλαγῆς.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
