# SB 22 15472.1.1-25

Documentary Papyri, SB 22, 15472.1.1 to 15472.1.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15472.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15472.1.1

ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ κδ ἐν Πτολεμαίδι Εὐεργετίδι. ὁμολογεῖ Τααρπαγάθης Τεσενούφεως τοῦ Ἑριέως ἱέρεια τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν … οὐλὴ … μετὰ κυρίου τοῦ υἱοῦ Ἁρπαγάθου τοῦ Σαταβοῦτος ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ … Ἑριεῖ τῷ ἀνεψιῷ τοῦ θείου ὄντος αὐτοῦ Ἁρπαγάθου καὶ ὁμοπατρίου ἀδελφοῦ Ἑριέως υἱῷ ἔτι ἀφήλικι φροντιζομένῳ διὰ Γαίωνος τοῦ Ἱππάρχου ὡς ἐτῶν ἑξήκοντα ἓξ οὐλὴ ἀντικνημίωι δεξιῶι πεπρακέναι … ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ἐλθοῦσαν εἰς τὴν ὁμολογοῦσαν ἀπὸ κληρονομίας τοῦ προγεγραμμένου αὐτῆς ἀνδρός, ὄντος δὲ τῶν περιόντων υἱῶν πατρὸς οἰκίαν καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα ἐν κώμηι Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος ἐπὶ τοῖς οὖσι θεμελίοις καὶ τείχεσι καὶ φωσφορίοις καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ὧν γείτονες καθὼς ἐξ συμφώνου ὑπηγόρευσαν· νότου … -ας πρεσβυτέρας οἰκία, βορρᾶ ῥύμη βασιλική, λιβὸς … ἀπηλιώτου … καὶ ἀπέχειν τὴν Τααρπαγάθην παρὰ τοῦ Γαίωνος ἐκ τοῦ τοῦ ἀφήλικος Ἑριέως λόγου τὴν τῆς προκειμένης οἰκίας καὶ αὐλῆς τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς ἑξακοσίας παραχρῆμα διὰ τῆς Σαβείνου τραπέζης καὶ βεβαιώσειν τήν τε Τααρπαγάθην καὶ τοὺς παρʼ αὐτῆς τῷ Ἑριεῖ καὶ τοῖς παρʼ αὐτοῦ τὰ πεπραμένα πάσῃ βεβαιώσει καὶ παρέξεσθαι αὐτὰ ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ παντὸς διεγγυήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα ἐμποιήσεσθαι μηδὲ μέρους τῶν ὑπαρχόντων αὐτῶν ὡς πρόκειται καὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀποφερόμενον εἰς τὸ ἴδιον καὶ …ντα καὶ ἐξαλλοτριοῦντα ἑτέροις καὶ οἰκονομοῦντα περὶ αὐτῶν ὡς ἂν αἱρῆται. ὅ τι τʼ ἂν τῶν προκειμένων παραβῇ, ἀποτεισάτω τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἀναλώματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς … καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ μένειν κύρια τὰ προγεγραμμένα. ὑπογραφεὺς τῆς ὁμολογούσης καὶ τοῦ κυρίου … τοῦ … ὡς ἐτῶν … οὐλὴ … ἀριστερῶι. Τααρπαγάθης Τεσενούφεως μετὰ κυρίου τοῦ υἱοῦ αὐτῆς Ἁρπαγάθου Σαταβοῦτος πέπρακα … Ἑριεῖ Ἑριέως ἔτι ἀφήλικι ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι ἀπὸ κληρονομίας τοῦ ἀνδρὸς οἰκίαν καὶ αὐλὴν … καὶ τὰ συγκύροντα πάντα ἐν κώμῃ Σοκνοπαίου Νήσῳ σὺν τοῖς αὐτῆς δικαίοις πᾶσι, ὧν αἱ γειτνίαι πρόκεινται καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν διὰ τῆς Σαβείνου τραπέζης καὶ βεβαιώσω πάσῃ βεβαιώσει καὶ καθαρὰν ἀπὸ παντὸς διεγγυήματος … καὶ πάσης ἐμποιήσεως καθὼς πρόκειται. ἔγραψεν

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
