# SB 22 15472.1.26-15472.3.69

Documentary Papyri, SB 22, 15472.1.26 to 15472.3.69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15472.1.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15472.1.26

ὑπὲρ αὐτῶν ἀγραμμάτων … Γαίων Ἱππάρχου· γέγονʼ εἰς τὸν φροντιζόμενον ὑπʼ ἐμοῦ Ἑριεῦν ἀφήλικα ἡ ὁμολογία καθὼς πρόκειται. Ἀπολλω σεσημείωμαι ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἁθὺρ κδ. Δίῳ καὶ Ὡριγένει καὶ Πτολεμαίῳ καὶ Ἡρακλείδει γυμνασιαρχήσασι δοθεῖσι εἰς κλῆρον βιβλιοφυλακίας ἐγκτήσεων Ἀρσινοίτου παρὰ Ἑριέως τοῦ Ἑριέως τοῦ Σαταβοῦτος ἀφήλικος τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου διὰ φροντιστοῦ πρὸς μόνον τοῦτο Γαίωνος τοῦ Ἱππάρχου· ἀπογράφομαι πρώτως ἣν ἠγόρασα τῇ ἐνεστώσῃ ἡμέρᾳ παρὰ τῆς κατὰ πατέρα μου μάμμης Τααρπαγάθου τῆς Τεσενούφεως τοῦ Ἑριέως τῶν ἀπὸ τῆς αὐτῆς κώμης ἀπογεγραμμένης διὰ τῶν προτέρων βιβλιοφυλάκων καὶ τῇ προθεσμίᾳ μετὰ κυρίου τοῦ υἱοῦ Ἁρπαγάθου τοῦ Σαταβοῦτος οἰκίαν καὶ αὐλὴν ἐν τῇ προκειμένηι κώμηι Σοκνοπαίου Νήσωι τιμῆς ἀργυρίου δραχμῶν ἑξακοσίων . διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἀπὸ τῆς Σαβείνου τραπέζης στοᾶς Ἀθηνᾶς. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ κδ. Γαίων Ἱππάρχου ἐκ τοῦ φροντιζομένου ὑπʼ αὐτοῦ Ἑριέως τοῦ Ἑριέως ἀφήλικος λόγου τῇ κατὰ πατέρα αὐτοῦ μάμμῃ Τααρπαγάθῃ Τεσενούφεως μετὰ κυρίου τοῦ υἱοῦ Ἁρπαγάθου τοῦ Σαταβοῦτος τιμὴν οἰκίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων ἐν κώμῃ Σοκνοπαίου Νήσῳ ἀκολούθͅως ταῖς γεγονυίαις εἰς τὸν ἀφήλικα δημοσίαις καταγραφαῖς ἀργυρίου δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
