# SB 22 15560

Documentary Papyri, SB 22, SB 22 15560. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15560
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15560

… σε ἐρχόμενον πρὸς τ…αυτα καὶ ε…εω… θον ἐνταῦθα. νῦν δὲ ἅπαξ καὶ δεύτερον ἐδεξάμην … γράμματα δηλοῦντά μοι κ…ερχόμενον· ἀλλʼ εἰ καὶ τὰ μάλιστα ἐλύπησέν με ἡ σὴ ἀπουσία …αξεω ταῦτα ἐν μέρει. τοῦτο δέ σοι παρατίθημι ἀξιῶν καὶ δεόμενος …αι τῇ θυγατρὶ τῇ ἐμοῦ ἀδελφῇ Θεονίλλᾳ δικαι παραβάλλειν καθʼ ἑκάστην ὥραν καὶ παραινεῖν αὐτὴν τὰ εἰκότα ὅπως μηδαμῶς λυπηθῇ. οἶδα γὰρ αὐτὸς καὶ πέπεισμαι ὅτι οἱ κοινοὶ ἡμῶν γονεῖς καταβλέπουσιν αὐτὴν καίπερ ἅπαξ δὲ καὶ δεύτερον ἐδεήθην αὐτῶν διὰ γραμμάτων τὴν αὐτὴν ἐπιμέλειαν παρέχειν αὐτῇ καὶ πάντα τὰ εἰωθότα ποιῆσαι τῶν λοχίων. οἶδεν γὰρ ὁ θεὸς ὅτι ἐβουλόμην καὶ τὰ μύρα καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὴν χρείαν τῶν λοχίων ἀποστεῖλαι ἀλλʼ ἵνα …γος… μος τις πάλιν γένηται ὑπʼ οὐδενὸς ὧν συ οἶδας ἐπέσχομαι. καὶ γὰρ καὶ τὸ ἴσον τοῦ λόγου παντὸς ἀπέστειλα τῷ δεσπότῃ μου τῷ πατρὶ μὴ προστετικὼς ἕνα α ἀργυροῦν, ἀλλὰ καὶ ἠξίωσα αὐτὸν διὰ γραμμάτων τοὺς λόγους τῶν ἐμῶν κολληγῶν … καὶ ε…ε…ν πρὸς τὸν ἡμέτερον. ἀνάγνωθι δὲ εἰ βούλει καὶ τὴν ἐπιστολήν μου … πατέρα τοῦτο τοίνυν σε ἀξιῶ …ατηρ ε… …μου Ἀντιόχῳ περὶ τῶν ἀργυρίων ὧν ἐπηγγειλα … … καὶ …σχυνε…η αὐτὴ Θεωνίλλα σοι αυ… …ωνιου…μφιονις …

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
