# SB 22 15596

Documentary Papyri, SB 22, SB 6 9051. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15596
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15596

χμγ τῷ εὐλαβεστάτῳ ἀββᾷ Φοιβάμμωνι … τοῦ ἁγίου τόπου ἀββᾷ Ἀπολλῶτος ἐν ὄρει κώμης Τιτκώεως τοῦ Ἑρμουπολίτου νομῦ παρὰ Αὐρηλίου Μαθεία υἱοῦ Θεοδώρου ἐκ μητρὸς … ἀπὸ κώμης Τανεμώεως τοῦ αὐτοῦ νομοῦ. ἔχω σοι καὶ χρεωστῶ καὶ πεπλήρωμαι ἀποκρότως τελείας καὶ ἀξίας τιμῆς σίτου ἀρταβῶν τριῶν ἥμισυ γίνονται σίτου ἀρτάβαι γ 𐅵 ἑκάστην ἀρτάβην τῷ σῷ μέτρῳ … ἅσπερ εἰρημένας ἀρτάβας τρεῖς ἥμισυ ἀποδώσω σοι ἐν καιρῷ συγκομιδῆς καρπῶν ἐν τῷ Παῦνι μηνὶ τῆς σὺν θεῷ τρίτης ἰνδικτίονος ἐν σίτῳ νέῳ καθαρῷ ἀδόλῳ καὶ εὐαρέστῳ κεκοσκινευμένῳ καλῷ χωρὶς ὑπερθέσεως πάσης καὶ οἱασδήποτε ἀφορμῆς· παρελθούσης δὲ τῆς προειρημένης προθεσμίας εἰ μὴ ἀποδώσω σοι τὰς αὐτὰς σίτου ἀρτάβας τρεῖς ἥμισυ, ἑτοίμως ἔχω διδόναι σοι ὑπὲρ τῆς τούτων τιμῆς χρυσοῦ κεράτια δεκατέσσαρα εὐθὺς μετὰ τὴν προθεσμίαν καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι σοι ταύτην τὴν παροῦσαν ἀσφάλειαν ὡς πρόκειται. Αὐρήλιος Μαθείας υἱὸς Θεοδώρου ὁ προκείμενος στοιχεῖ πάντα ὡς πρόκειται ἐπιμαρτυρούντων Αὐρηλίων … τοῦ δεῖνος καὶ Μούϊτος Ἀβρα καὶ Ἠλία Σερήνου μαρτύρων τῇ ἀσφαλείᾳ καὶ ἐπερωτηθεὶς ὡμολογήσα. Αὐρήλιος Ἰωάννης Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων … χειρόγραφον Αὐρηλίου Μαθεία Θεοδώρου υἱοῦ ἀπὸ κώμης Τανεμώεως σίτου ἀρταβῶν γ 𐅵 …

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
