# SB 22 15608

Documentary Papyri, SB 22, SB 22 15608. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15608
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15608

Καικιλίωι Κωνσουλτίωι τῶι διασημοτάτωι ἐπάρχωι Αἰγύπτου παρὰ Αὐρηλίου Νειλάμμωνος τοῦ καὶ Ἱέρακος καὶ ὡς χρηματίζει. Ἀσκληπιάδης ἔχων περὶ ἑαυτὸν στρατιωτικὸν σχῆμα, λέγω δὴ τὸ τῶν κρατίστων, ἀνεσκεύασεν πρᾶγμα ἀλογώτατον κατʼ ἐμοῦ ἀντὶ εὐποιείας καὶ μὴ φέρων τὴν βαναυσότητα τοῦ τοιούτου ἀνδρὸς εἶξα τῇ ἀπαιτήσει αὐτοῦ πρὸς τὴν τότε μοι παροῦσαν ὥραν οὕτω γάρ με κατηνάγκασεν βιαίως κατὰ τὴν ἑκκεδεκάτην τοῦ παρελθόντος μηνὸς Θὼθ γράψασθαι αὐτῷ ἀδότων ἀργυρίων ταλάντων πέντε καὶ τριάκοντα . ἐπεὶ οὖν νόμος διαγορεύει τὰ τοιαῦτα ἄδοτα γραμμάτια ἀνίσχυρα εἶναι, διὰ τοῦτο δέομαι τῆς σῆς ἀρετῆς ὅπως κελεύσῃς πρῶτον μὲν κεῖσθαί μου τὰ βιβλία ἐν τῇ σῇ τοῦ ἐμοῦ δεσπότου τάξει πρὸς ἀσφάλειαν τὴν ἡμετέραν, ἔπειτα δὲ διακοῦσαι ἐνταῦθα ἐν τῇ λαμπροτάτῃ πόλει τῶν Ἀλεξανδρέων ἐξ ἀναγκαίας …ρ…ου, ἐὰν δὲ κελεύσῃ σου τὸ μεγαλεῖον, ἀποδοῦναι τὸ κατὰ βίαν γεγραμμένον γραμμάτιον, ἵνʼ ὦμην εὐεργετημένος ὑπὸ τῆς εὐεργεσίας … καὶ τούτου τυχὼν εἰς ἀεί σοι …τάτας χάριτας ὁμολογήσω. διευτύχει. … … ἀνδρὸς …ρ…προς… τῶν καὶ οὕτως …τη… πρὸς τὴν τότε μοι παροῦσαν ὥραν …ημι γὰρ καὶ παρὰ τῇ σῇ εἰλικρινίᾳ εἰ χρεία γένοιτο καὶ δύο εὐγενεστάτους μάρτυρας εἰς τοῦτο Φλαουίους Ἥρωνά τε τοῦ νομοῦ καὶ Ἀπολλώνιον ὀφφικιάλιον τῆς ἡγεμονικῆς τάξεως κατηνάγκασεν γάρ με ἀνόμως καὶ βιαίως κατὰ τὴν ιϛ τοῦ παρελθόντος μηνὸς Θὼθ ἔχει δὲ …υν τὸ γραμμάτιον τῶν ταλάντων λε τοῦ κρ ἀπόδος ἐν τῇ ἐνταῦθα

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
