# SB 22 15622

Documentary Papyri, SB 22, SB 22 15622. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15622
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15622

καὶ ἀπόβασις τοῦ ποταμοῦ ι ἕως τοῦ Φαῶφι ποταμὸς ἐπʼ αὐτῷ τῇ ι καὶ ἀπὸ ιη ἕως κ ἀπόβασις ἀπέβη δακτύλου α, ὡς εἶναι ἀπόβασιν δακτύλων γ ἀπὸ ἀναβάσεως ποταμοῦ πηχῶν ιϛ δακτύλων κβ. πέρυσι τῶν αὐτῶν ἡμερῶν ἀπόβασις τῶν ἡμερῶν ἕως ιζ δακτύλων δ καὶ ἀπὸ ιη μέχρι κ ἀπέβη δακτύλων γ ὡς εἶναι ἀπόβασιν πήχεως α δακτύλων ιγ ἀπὸ ἀναβάσεως ἐν τῷ ἐνθέματι πηχῶν ιε δακτύλων κδ. καὶ ἀπὸ κα ἕως κε ἀπόβασις ἀπέβη δακτύλου α ὡς εἶναι ἀπόβασιν δακτύλων η ἀπὸ ἀναβάσεως σὺν ἐνθέματι πηχῶν ιϛ δακτύλων κβ ὡς λοιπὸν εἶναι πηχῶν ιϛ δακτύλων ιδ. πέρυσι τῶν αὐτῶν ἡμερῶν ἀπόβασις τῶν ἕως κα κβ ἀπέβη δακτύλων δ καὶ τῶν ἑξῆς κγ μέχρι κε ἀπέβη δακτύλων γ ὡς εἶναι ἀπόβασιν πηχῶν β δακτύλων β. καὶ ἀπὸ κϛ ἕως λ ἀπόβασις δακτύλων β ὡς εἶναι ἀπόβασιν δακτύλων ιη ἀπὸ ἀναβάσεως σὺν ἐνθέματι πηχῶν ιϛ δακτύλων κβ ὡς εἶναι λοιπὸν πηχῶν ιϛ δακτύλων δ. πέρυσι τῶν αὐτῶν ἡμερῶν ἀπόβασις τῶν ἡμερῶν κϛ καὶ κζ ἀπέβη δακτύλων δ καὶ τῶν ἑξῆς ἀπέβη δακτύλων γ ὡς εἶναι ἀπόβασιν πηχῶν β δακτύλων ιθ. Ἁθὺρ α ἕως ε ἀπόβασις ἀπέβη δακτύλου α ὡς εἶναι ἀπόβασιν δακτύλων κγ ἀπὸ ἀναβάσεως πηχῶν ιϛ δακτύλων κβ πέρυσι τῶν αὐτῶν ἡμερῶν ἀπέβη δακτύλων γ ὡς εἶναι ἀπόβασιν πηχῶν γ δακτύλων ϛ ἀπὸ ἀναβάσεως πηχῶν ιε δακτύλων κδ.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
