# SB 22 15704

Documentary Papyri, SB 22, SB 22 15704. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15704
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15704

ἀντίγραφον· Γάιος Σεμπρώνιος Πρίσκος ὁ καὶ Ἄμμων Μάρκῳ Σεμπρωνίῳ Οὐηστίνῳ τῷ ἀδελφῷ χαίρειν· ὁμολογῶ ἐξεστάσθαι σοι τῶν ὑπαρχόντων μοι πάντων ἅπερ ἐστὶν περὶ μὲν τὴν μητρόπολιν τοῦ Ἀρσινοίτου νομοῦ πατρικὸν δέκατον μέρος οἰκίας καὶ αὐλῆς ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς καὶ δοῦλα σώματα τέσσαρα ὀνόμασι Ἡδίστην καὶ ταύτης ἔγγονα Κάλλιστον καὶ Ἥρωνα καὶ Σεραπιάδα ἀνθʼ ὧν ὀφείλω σοι διὰ χειρὸς ἀργυρίου δραχμῶν τρισχιλίων πεντακοσίων καὶ οὐκ ἐπελεύσομαι ἐπὶ σὲ οὐδὲ ἐπὶ τοὺς παρὰ σοῦ οὐδʼ ἐπʼ αὐτὰ τὰ σώματα περὶ οὐδενὸς τῶν προκειμένων οὐδὲ περὶ ἄλλου ἁπλῶς πράγματος ἐγγράπτου ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ οὐδενί· ἡ χεὶρ ἥδε κυρία ἔστω· ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ θ. ἀντίγραφον ἐξ εἰκονισμοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἀμφόδου Βουταφίου οἰκίας ϛ μέρος τῆς μητρὸς Κρονοῦτος ἐξ ὑπομνήματος αὐτῆς· Ἀπρώνιος υἱὸς Μάρκου ἱππέως μητρὸς Κρονοῦτος τῆς Μάρωνος ὑπερετὴς ἀπολύσιμος τῆς λαογραφίας ιε ἔτει ἐτῶν ξα· Ἀπρώνιος ὁ καὶ Πασίνικος υἱὸς μητρὸς Ἀμμωνοῦτος τῆς Ἥρωνας ἐπικεκριμένος ιε ἔτει ἐτῶν κα. Κρονοῦς Μάρωνος τοῦ Μάρωνος μητρὸς Πρα…οῦτος μήτηρ Ἀπρωνίου ἐτῶν οη· Ἀμμωνοῦς Ἥρωνος τοῦ Αὐνείους γυνὴ αὐτοῦ ἐτῶν ξζ· Κρονίαινα θυγάτηρ ἀμφοτέρων ἐτῶν λα· ἐδηλώθη δὲ τὴν ἑτέραν αὐτοῦ θυγατέρα Σεμπρωνίαν γαμεῖσθαι Μάρκῳ Οὐαλερίῳ Ῥούφῳ ἑκατοντάρχῃ σπείρης. ἐξ εἰκονισμοῦ β ἔτους Ἁδριανοῦ ἀμφόδου Βουταφίου οἰκίας ϛ μέρος ἐπὶ Φρεμεῖ Κρονιουτου Μάρωνος μητρὸς· Ἀπρῶνις υἱὸς Μάρκου τοῦ Ἀπρωνίου ἱππέως τετελευτηκότος μητρὸς Κρονοῦτος ἰδιώτης λαογραφούμενος ἐτῶν μη οὐλὴ ῥινὶ μέσῃ· Ἀπρῶνις ὁ καὶ Πασίνικος υἱὸς μητρὸς Ἀμμωνοῦτος τῆς Ἥρωνος μὴ ἀπογεγραμμένος ἐτῶν η ἄσημος· Διόσκορος δοῦλος Ἀπρωνίου υἱοῦ Μάρκου ἐτῶν δ ἄσημος· Παντάγαθος ἄλλος δοῦλος τοῦ αὐτοῦ ἐτῶν β ἄσημος· Κρονοῦς Μάρωνος τοῦ Μάρωνος μητρὸς Κρονοῦτος ἡ προγεγραμμένη μήτηρ Ἀπρωνίου ἐτῶν ξδ· Ἀμμωνοῦς Ἥρωνος τοῦ Αὐνείους γυνὴ Ἀπρωνίου ἐτῶν λϛ· Σεμπρωνία θυγάτηρ ἀμφοτέρων ἐτῶν κ· Κρονία ἄλλη θυγάτηρ ἐτῶν ιζ· Διοσκοροῦς δούλη Ἀπρωνίου Μάρκου ἐτῶν λγ. ἀντίγραφον ἐξ εἰκονισμοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἀμφόδου Ἑρμουθιακῆς α τόμου κολλήματος κε μεθʼ ἕτερα· οἰκίας ι μέρος τῆς μητρὸς Σεμπρωνίας· Γάιος Σεμπρώνιος Διογένης σπούριος μητρὸς Σεμπρωνίας Ἀκουσαρίου ἐπικεκριμένος τῷ ιϛ ἔτει ὑπὸ Φλαυίου Τιτιανοῦ ἡγεμόνος· Κρήσκης δοῦλος Σεμπρωνίας Ἀκουσαρίου πρότερον αὐτῆς καὶ Γαίου Σεμπρωνίου καὶ Μάρκου Σεμπρωνίου ἐπικεκριμένος ὑπὸ … μαίου γενομένου στρατηγοῦ ιε ἔτει ἐτῶν …· Κάλλιστος δοῦλος τῆς αὐτῆς ἔγγονος Ἡδίστης κατὰ τὸ γ μέρος ὁ καὶ ἐπάνω ἐξ ἀνδρῶν λογιζόμενος· Ἥρων ἄλλος ἔγγονος τῆς αὐτῆς δοῦλος τῆς αὐτῆς κατὰ τὸ γ μέρος μὴ ἀναγεγραμμένος ἐτῶν θ· θήλειαι· Σεμπρωνία Ἀκουσάριον μήτηρ Γαίου ἐτῶν νζ· Ἡδίστη δούλη τῆς αὐτῆς κατὰ τὸ γ μέρος πρότερον τοῦ τετελευτηκότος αὐτῆς ἀδελφοῦ Γαίου Σεμπρωνίου Πρίσκου ἡ καὶ ἐπάνω λογιζομένη· Σεραπιὰς ἔγγονος τῆς αὐτῆς δούλη τῆς αὐτῆς ὁμοίως ἐπάνω λογιζομένη· Θερμουθάριον ἡ καὶ Ἀρσινόη ἄλλη ἔγγονος τῆς αὐτῆς ὁμοίως ἐπάνω λογιζομένη· ἐδήλωσεν δὲ τὰ προγεγραμμένα μέρη δουλικῶν σωμάτων ἀπογεγράφθαι μόνον Ἥρωνα ὑπὸ Ὀννώφρεως τοῦ Ὀννώφρεως φροντιστοῦ Μάρκου Σεμπρωνίου Οὐηστίνου ἀπόντος οὐδὲ ὄντως … νου αὐτοῦ ὄντος.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
