# SB 22 15762

Documentary Papyri, SB 22, SB 22 15762. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15762
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15762

Παῦνι γ Πετεσούχωι κωμογραμματεῖ Κροκοδίλων πόλεως καὶ τῶν προσουσῶν κωμῶν παρὰ Θαισᾶτος τῆς Ἁρμιύσιος τῶν ἐκ Κροκοδίλων πόλεως· τῆι β τοῦ Παῦνι τοῦ ιβ ἔτους ἐπελθόντος Πετεσούχου τοῦ Ὀρσενούφιος καθαρουργοῦ μετὰ ἄλλων ἐπὶ τὸ ὑπάρχον μοι ἐργαστήριον ὅ ἐστιν ἐπὶ τῇ πλατείᾳ, ἐν τῆι προειρημένῃ πόλει, τῆι βίαι χρώμενος ἐξέσπακεν μύλον μονόκωπον ἐνεργὸν ἐπικειμένου σίτου ῥαβδισμένου καὶ ἄλλον μύλον δίκωπον ἀργοῦ ὄντος, ὅ ἐστιν ἄξιον χαλκοῦ ταλάντων …. τῆς θυγατρός μου ἀπηγμένης μετά τινων τῶν παρὰ τῶν ἐργαστηριαρχῶν ὑπὲρ τοῦ ἀδελφοῦ αὐτῆς, σ…ις τὴν καταχθεῖσαν σύνταξιν εἰς Μέμφιν πρὸς τὴν τοῦ βασιλέως παρουσίαν· ἐπεὶ οὖν οὐθὲν ὀφείλω τῶι βασιλεῖ οὔτε ἐν συντάξει εἰμὶ καὶ μηθὲν κεχρημάτισται ἐκ βασιλικοῦ εἰς τὸ ὄνομά μου, τοῦ δὲ υἱοῦ μου ἐργαστηριαρχοῦντος ἐν τῶι ἐμῶι ἐργαστηρίωι καὶ οὗτος ἐν συντάξει καὶ τούτου ὑπομένοντος ἀποτίνειν τὸ ἐπιβάλλον ἐμοί· τὰ δὲ προγεγραμμένα ταῦτα διαπέπρακται πρὸς τὸ καταφθεῖραί μου τὸ ἐργαστήριον τοῖς δὲ ἄλλοις ἐργαστηρίοις οὐθὲν τοιοῦτο διαπέπραχεν. διὸ ἀξιῶ κατὰ τὸ πρόσταγμα ἐπελθεῖν σε ἐπὶ τὸ ἐργαστήριον ὅπως εἰδὼς ταῦτα ἀνενέγκῃς αὐθημερόν, καὶ τὸ ἀντίγραφον ἐπιδέδωκα οἷς καθήκει περὶ δὲ τοῦ βλάβους καὶ τῆς ἀργίας τοῦ ἐργαστηρίου λήμψεται Μαρρῆς παρʼ αὐτοῦ τὸ δίκαιον …οι β … καθαρουργοῦ αδελ…ειος αὐτῶν β

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
