# SB 22 15764

Documentary Papyri, SB 22, SB 1 4672. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-22/15764
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-22/15764

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων … ἰνδικτίωνος ἡμεῖς Ἀβραάμιος υἱὸς Ἰωάννου ν… καὶ …ος πραγματευτὴς υἱὸς Ἀναστασίου ὁρμώμενοι ἀπʼ Ἀρσινοιτῶν πόλεως ἀπʼ ἀμφόδου Ἀβρααμ…νω Ἀρσινο…οικο… μαρτυροῦμεν Φὶβ υἱὸν Νααραῦ ἀπὸ κώμης Πελκεήσεως καὶ Κιαμοῦλ υἱὸν … ποτὲ μὲν ἀπὸ κώμης Παρεμβολῆς τοῦ Ἀφροδιτοπολίτου νομοῦ νῦν δὲ τὴν οἴκησιν ἔχοντα ἐπὶ τῆς αὐτῆς κώμης Πελκεήσεως ἐπιλέξασθαι ἡμᾶς ἐκ τοῦ κομπρομίσσου μετὰ προστίμου χρυσοῦ νομισμάτων δύο ἀκολούθως τοῖς τῆς ὑποθέσεως καὶ ἀπαλλάξειν αὐτούς, καὶ δὴ ἀκροασάμενοι τῶν μεταξὺ αὐτῶν ἀμφιβαλλομένων καὶ ἐγνωκότες πᾶσαν τὴν τοῦ κατʼ αὐτοῦ πράγματος ἀλήθειαν, καθὼς ὁ δεσπότης θεὸς ἐχορήγησεν τῷ ταπεινῷ ἡμῶν λογισμῷ, δίκαιον συνείδαμεν ὥστε αὐτοὺς παραγενέσθαι ἐπὶ τῆς αὐτῆς κώμης Πελκεήσεως καὶ ἐπερωτῆσαι Κοσμᾶν υἱὸν Ψούρου καὶ Οὐενάφριον υἱὸν Φοιβάμμωνος καὶ Μακάριον ἑτέρου Φοιβάμμωνος, καὶ ἐὰν εἴπωσιν ὅτι μαρτυροῦμεν ἵνα παράσχῃ ὁ εἰρημένος Φὶβ τῷ αὐτῷ Κιαμοῦλ χρυσοῦ νομίσματα πέντε δίχα ἀμφιβολίας, ἐφʼ ᾧ τὸν εἰρημένον Φὶβ ταῦτα ἀποδοῦναι τῷ αὐτῷ Κιαμοῦλ, εἰ δὲ μὴ οὕτως μαρτυρήσωσιν, ἐφʼ ᾧ τὰ δύο μέρη πρὸς ὃ λέγουσιν οἱ εἰρημένοι τρεῖς ἄνδρες περὶ τοῦ αὐτοῦ χρέους ἐξακολουθῆσαι τῇ φωνῇ αὐτῶν. οὕτως γὰρ συνείδαμεν δίκαιον εἶναι. διʼ ἐμοῦ Ἰούστου συμβολαιογράφου ταύτης τῆς Ἀρσινοιτῶν πόλεως ἐγράφη ὁ παρὼν ὅρος ἐκ φωνῆς τῶν εἰρημένων δικαστῶν.

---

Documentary Papyri, SB 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;22.
