# SB 24 15958

Documentary Papyri, SB 24, SB 24 15958. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-24/15958
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-24/15958

… …ου κ… τῆς …ρήσεως ερ…ρ… περιεκτικὰς …αι… διαλύσεις τε καὶ διαιρέσεις καὶ ἰσχυρὰς πανταχοῦ προφερομένας καὶ κρατούσας κ… ἑαυτῶν καὶ κληρονόμων αὐτῶν καὶ διαδόχων καὶ διακατόχων· ὁμολογεῖ δὲ καὶ ὁ εὐδοκιμώτατος Κοσμᾶς σύμβιος τῆς εὐγενεστάτης Θέκλας συναινεῖν καὶ συντίθεσθαι καὶ συνευδοκεῖν πᾶσιν τοῖς διομολογηθεῖσιν παρʼ αὐτῶν καὶ μηδὲν ὑπεναντίον αὐτοῖς γενέσθαι καὶ ἐπὶ πᾶσιν τούτοις ὑπέθετο ἑκάστη αὐτῶν τῇ ἑκάστῃ ἐπʼ ἀσφαλείᾳ τῶν προγεγραμμένων συμφώνων καὶ ἐπερωτημάτων ὅσα τε νῦν ἔχει καὶ ὅσα ἂν μετὰ ταῦτα ἐπικτήσεται ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ πλήρει σὺν νόμῳ περὶ ὑποθηκῶν καὶ ἐνεχύρων μηδενὸς ὑπεξαιρουμένου ἢ ὑπεξαιρεθῆναι δυναμένου· κύριαι αἱ γενικαὶ καὶ περιεκτικαὶ διαλύσεις τε καὶ διαιρέσεις δισσαὶ γραφεῖσαι ὁμότυποι· κατὰ πρόσωπον ἀλλήλων ὡμολόγησαν καὶ ἀπέλυσαν. Θεοδώρα θυγάτηρ τοῦ μακαρίου Ἀπολλῶ ἡ προγεγραμμένη πεποίημαι τὴν παροῦσαν γενικὴν καὶ περιεκτικὴν διάλυσιν τῆς τελείας διαλύσεως καὶ ἀπαλλαγῆς καὶ διαιρέσεως πρὸς τὴν εὐγενεστάτην μου ἀδελφὴν Θέκλαν προσομολογοῦσα τελείως διαλελύσθαι καὶ ἀπηλλάχθαι πρὸς σὲ περὶ πάντων ὁμοῦ τῶν προγεγραμμένων τῇ ἀνωτέρᾳ διηγήσει καὶ συμφωνεῖ μοι πάντα καὶ ὅρκον κ… …κα…ν…νως φ… περὶ πάντων καὶ ερμ… …τηκαι…απασιν ηπ… …ερε…

---

Documentary Papyri, SB 24. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;24.
