# SB 24 16172

Documentary Papyri, SB 24, SB 24 16172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-24/16172
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-24/16172

… τῆς δὲ κριθῆς ἀρτάβας τρεῖς . ἀποδώσω δέ σοι τὰ προκείμενα κεφάλαια σὺν τοῖς διαφόροις τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος τετάρτου ἔτους ἐφʼ ἅλω Ἰσίου Παγγᾶ νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένα, τὸν μὲν πυρὸν ἄκριθον ὡς εἰς τὸ δημόσιον ὡς εἰς τὸ δημόσιον μετρούμενον, τὴν δὲ κριθὴν καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος, πάντα μέτρῳ τῷ προκειμένῳ, ᾧ καὶ παρείληφα, ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν ὑπʼ ἐμοῦ τποῦ Αὐρηλίου Σερήνου τοῦ καὶ Ἀλεξάνδρου πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθ̀υρ λ … … τῆς δὲ κριθῆς ἀρτάβας τρεῖς . ἀποδώσω δέ σοι τὰ προκείμενα κεφάλαια σὺν τοῖς συναχθησομένοις διαφόροις τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος τετάρτου ἔτους ἐφʼ ἅλω Ἰσίου Παγγᾶ νέα καθαρὰ ἄδολα ἄβωλα κεκοσκινευμένα, τὸν μὲν πυρὸν ἄκριθον ὡς εἰς τὸ δημόσιον μετρούμενον, τὴν δὲ κριθὴν καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος, πάντα μέτρῳ τῷ προκειμένῳ, ᾧ καὶ παρείληφα, ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν ὑπʼ ἐμοῦ τοῦ Αὐρηλίου Σερήνου τοῦ καὶ Ἀλεξάνδρου πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ λ.

---

Documentary Papyri, SB 24. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;24.
