# SB 24 16252

Documentary Papyri, SB 24, SB 12 11114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-24/16252
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-24/16252

Οὐηδίωι Φαύστωι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Γαίου Ἰουλίου Νίγερος οὐετρανοῦ Ὀσειραντινοείου τοῦ καὶ Ἑρμαιέως. ἄνθρωπος καλῶς στρατευσάμενος, κύριε, καὶ ἀπράγμων τυγχάνων προήχθην εἰς ταῦτα ἃ δέεται τῆς ἀπὸ σοῦ ἐκδικίας. ὕβριν πέπονθα ὑπὸ ἀνθρώπου Αἰγυπτίου Ἰσιδώρου Ἀχιλλᾶ γραμματέως ἐπιτηρητῶν γενηματογραφουμένων κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ συνεργοῦντος αὐτῷ εἰς τοῦτο Διδύμου ὑπηρέτου οὐ τὴν τυχοῦσαν. τὸ δὲ πρᾶγμα τίθημι. τυγχάνω ἐωνημένος ἐκ τοῦ δημοσίου τῷ … ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἀπὸ γενηματογραφουμένων ὑπαρχόντων ἐλαιῶνος ἄρουραν μίαν περὶ Ψεναρψενῆσιν τῆς αὐτῆς μερίδος πρότερον Κάστορος Πεκύσεως καὶ ταῖς ὠναῖς τελέσας … δραχμὰς ὑπὲρ κυρωσ… ἔκτοτε ἐνεμήθην τελῶν τὰ ὑπὲρ αὐτῆς τελέσματα. ὑπογύως δὲ ὁ προγεγραμμένος Ἰσίδωρος βουλόμενος ἡμᾶς βλάψαι …μ … πρὸ ἡμερῶν πέντε μη…σθαι δ… … ὡς αὐτὰ Πεθέως πατρὸς Πετσείρεως εἶναι … καὶ διὰ τοῦτο παραδόσθαι … …αρ…λυ…ο… …σον…εκειν…αθειν…νουτ… …αὐτῷ τῆς ἀρκ…ν ποιήσῃ ου… … τῷ πολλῷ χρόνωι πρότερον Γαίου Λ… …ερ…ουωπ… τοῦ μέρους α…αλη…εντος προς …προφερ…ν… τετελεκέναι τὸν …α…ειλον ἀπαιτεῖ με …ε…οσιωτους …λο …τελ…ουρ…ντος …τεα… λη…νο…κ…ρτο…βολ…ε…κο…θω… μέλλω ποιεῖσθαι ἐπὶ σὲ καταφυγὴν σ…μενος ἃ διεπράξατο …τερον τὰ ἐνέχυρά μοι προσέρριψεν καὶ πάλιν περὶ τούτου ἐμαρτυρόμην. τῶν οὖν κατʼ ἐμοῦ τετολμημένων φανερῶν ὄντων, ἀξιῶ ἄνθρωπος Ῥωμαῖος τοιαῦτα παθὼν ὑπὸ Αἰγυπτίου ἐάν σοι δόξῃ κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ στρατηγῷ ἐκπέμψαι αὐτὸν ἐνθάδε ἐπὶ τὴν σὴν διάγνωσιν καὶ ἀκοῦσαί μου ἵνα δυνηθῶ ἐκδικίας τῆς ἀπὸ σοῦ τυχεῖν καὶ ὦ εὐεργετημένος. διευτύχει. Γάιος Ἰούλιος Νίγερ ἐπιδέδωκα. ἔτους γ Μεχεὶρ κα. ὁ στρατηγὸς ἂν ὕβριν γεγενημένην καταλάβηται, δηλώσει μοι. ἀπόδος.

---

Documentary Papyri, SB 24. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;24.
