# SB 26 16569

Documentary Papyri, SB 26, SB 26 16569. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-26/16569
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-26/16569

ἔτους ἐνάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ἑβδόμηι ἐν Εὐημερίαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἡρακλῆς Διογένους ὡς ἐτῶν … οὐλὴ ὑπὸ μῆλον ἀριστερὸν Ζωίλωι … … ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ ὑπὸ …νι … …αμεως Περσίνηι ὡς ἐτῶν εἴκοσι δύο … … μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς Ζωίλου … … τὸν ὑπάρχοντα τῶι Ἡρακλήωι περὶ Θεαδέλφειαν … … ἀμπελῶνα ἀναδενδραδικὸν ἀρουρ…ον… ἤ ὅσων ἐὰν ᾖ. ἡ μίσθωσις ἥδε εἰς ἔτη δυὸ ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος … … τοῖς μεμισθωμένοις τῶν ἐκ τοῦ ἀμπελῶνος ἐγβησομένων γενημάτων πάντων καθαρῶν ἀπὸ δημοσίων πάντων, ἀνταναιρουμένης ἐκ κοινοῦ τῆς τε οἰνικῆς δαπάνης πάσης καὶ τοῦ ποθησομένου ἐπὶ ληνοῦ οἴνου καὶ ἐκ τοῦ ἐπιβάλλοντος τ… … οἰνικοῦ τρίτου μέρους ὡς τοῖς δέκα κεραμίοις … … μὴ ἐξέστω οὖν τοῖς μεμισθωμένοις ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν· ἀλλὰ καὶ σκαψάτωσαν κατ’ ἔτος τὸν ἀμπελῶνα σκαφητοῖς δυσί, ἑνὶ χειμερινῶι τετραπαλαίστωι καθαρῶι, … … καὶ τῶι ἑτέρωι θερινῶι μονοπλήγωι· καὶ τὴν τῆς ἀμπέλου τομὴν ποιείσθωσαν μέσην καὶ δικαίαν μὴ μακροτόμην. ἐπὶ δἐ τῆς ἐσομένης κατ’ ἔτος χωφορίας καὶ κοπρηγίας ὁ μὲν Ἡρακλῆς χορηγήσει ὄνους, οἱ δὲ μεμισθωμένοι ἐπισκάψουσι καὶ σκόρψουσι· … … τὸν δοθησόμενον αὐτοῖς κα… …σουσι κλίνεα εἴκοσι τὸν ὑποστυλισμόν … οἱ μεμισθωμένοι κατ' ἔτος ἀπὸ Φαρμοῦθι νουμηνίας μέχρι τοῦ ἐσομένου ἀπὸ ποδὸς ποτισμοῦ καθ' ἡμέραν ἑκάστην … … καὶ ποιείσθωσαν τὴν αὐτήν … …ος ἐν τῷ ἀμπελῶνι θυμο… … ἕνα καὶ τοῦ σκαφητοῦ τοῦ … … αὐτοὶ μεμισθωμένοι … μίσθωσις ἀμπελῶνος Ἰσαροῦτος …

---

Documentary Papyri, SB 26. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;26.
