# SB 26 16652.8.164-16652.9.207

Documentary Papyri, SB 26, 16652.8.164 to 16652.9.207. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-26/16652.8.164
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-26/16652.8.164

σχοινίων λεπτῶν εἰς ἐπίδεσιν κεραμίδων κατὰ μέρος Παχὼν δραχμαὶ η ὀβολοὶ ϙβ, Παῦνι δραχμαὶ ζ, Ἐπεὶφ δραχμαὶ κε ὀβολοὶ θ γίνονται δραχμαὶ νβ ὀβολοὶ ιδ. σχοινίων καὶ ζευκτηριῶν καὶ κομμάτων εἰς μηχανάς. Παχὼν ε σχοινίων σαρκίνων καὶ κομμάτων δραχμαὶ ϛ, Εὐαγγέλῳ σχοινοπλόκῳ τιμῆς κομμάτων καὶ ζευκτηριῶν καὶ σχοινίων σαρκίνων δραχμαὶ μ, Παῦνι δραχμαὶ μ, Ἐπεὶφ ὁμοίως δραχμαὶ ξ, Μεσορὴ δραχμαὶ μ, ιζ ἔτους Θὼθ δραχμαὶ μ γίνονται δραχμαὶ σκϛ. τιμῆς ξύλων εἰς ἐπισκευὰς μηχανῶν. Παχών. κυπαρίσσων β εἰς πήγματα κοχλιῶν δραχμαὶ δ ἄλλων ξύλων ἀκανθίνων β ὁμοίως δραχμαὶ γ βαλανκ…ων ἐλαίνων εἰς ἐπικαδείας κάδων δραχμαὶ β, χελωνίου εἰς μηχανὴν Ἄλσους δραχμαὶ β ξύλων συκαμινίνων εἰς ἐπισκευὴν κοχλ δραχμαὶ δ τιμῆς κυπαρίσσου εἰς κηλώνει Ἄλσους δραχμαὶ ζ φορέτρου ὀβολὸς α ἄλλων κυπαρίσσων γ εἰς στέγνωσιν κοχλ δραχμαὶ β ἄλλων γ εἰς μηχ Τελέσους ὀβολοὶ θ εἰς ἐπικαδείας κεραμίδων ὀβολοὶ δ Πτολεμαίῳ Πτολεμαίου ξυλοπώλῃ τιμῆς ξύλων συκαμινίνων εἰς ἐκχύσεις καινὰς β μηχ καστέλλου Ἄλσους δραχμαὶ μ καὶ ἀκανθίνων ε εἰς προβολὴν διώρυγος ὀβολοὶ κβ κυπαρίσσου εἰς ζυγοτράχηλον δραχμαὶ δ ξύλων ἀκανθίνων εἰς ἐπισκευὴν μηχ Τελέσους δραχμαὶ ε διώβολον φορέτρου ὀβολὸς α, ξύλου συκαμινίνου εἰς ἐπισκευὴν κοχλιῶν δραχμαὶ ιβ, ἰτείνων ὁμοίως δραχμαὶ ιβ γίνονται δραχμαὶ κδ βαλανκ ἀκανθίνων . εἰς ἐπισκευὴν κοχλ ὀβολοὶ δ φορέτρου ξύλων ὀβολοὶ δ βαλανκ δ ἀκανθίνων εἰς στέγνωσιν κοχλ δραχμαὶ β κυπαρίσσων ἄλλων γ εἰς κηλώνει δραχμαὶ ζ Παῦνι. γίνονται δραχμαὶ ρϛ ὀβολοὶ μζ. Μαρείνῳ Ἰωσήπου ξύλων ἀκανθίνων εἰς μηχανὴν καινὴν ἁψείδων γ δραχμαὶ ν ἄλλων ἀκανθίνων η καὶ ἑτέρου ἀποτόμου εἰς ἁψεῖδας καὶ κνήμας μηχανῶν δραχμαὶ … καὶ κυπαρίσσου εἰς ζυγοτράχηλον δραχμαὶ δ καὶ …κ… ξύλου ἀκανθίνου εἰς …ς … δραχμαὶ ιθ φορέτρου μηχ καὶ ἁψείδων καὶ ἄλλων ξύλων ὀβολοὶ ιη γίνονται δραχμαὶ ϙθ ὀβολοὶ ιη.

---

Documentary Papyri, SB 26. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;26.
