# SB 26 16734

Documentary Papyri, SB 26, SB 26 16734 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-26/16734
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-26/16734

Φλαουίῳ … ἐξκέπτορι τάξεως ἡγεμονίας Αὐρήλιος … υἱὸς Σαραπίωνος ἀφʼ Ἡρακλέους πόλεως, ἑξῆς ὑπογράφων ἰδίοις γράμμασιν, χαίρειν. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν τῇ αὐτῇ Ἡρακλέους πόλει ἐν ῥύμῃ καλουμένῃ … τόπον ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς … ἀπὸ οἰκίας ὁλοκλήρου ἀνεῳγμένης εἰς βορρᾶν, σὺν αὐλῇ καὶ … πᾶσι ἐν τῇ προγεγραμμένῃ οἰκίᾳ τόπον ἕνα ἀνεῳγμένον εἰς λίβα εἰς τὸ αἴθριον ἐν τῇ πρώτῃ στέγῃ …αι…α ἄλλον τόπον ἐν τῇ αὐτῇ στέγῃ … καὶ ἐν τῇ δευτέρᾳ στέγῃ ἕτερον τόπον …εν…νομένου …λλοις …νι… τέσσαρας π…μια … τόπον ἀνεῳγμένον εἰς ἀπηλιώτην μετὰ τοῦ ἀναλόγου δικαίου ἔκ τε τοῦ αἰθρίου καὶ αὐλῆς καὶ φρέατος καὶ χρηστηρίων πάντων, ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ τῆς σήμερον, ἡμέρας, ἥτις ἐστὶν Φαμενὼθ α τῆς τρίτης ἰνδικτίονος, ἐνοικίου τοῦσυμπεφωνημένου πρὸς ἀλλήλους τοῦ ὅλου ἐνιαυτοῦ χρυσοῦ νομισματίου ἑνὸς ἥμισυ, γίνεται νόμισμα α 𐅵, ὅπερ ἀποδώσω σοι ἐν τέλει τοῦ ἐνιαυτοῦ, ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαουίων Πρωτογένους καὶ Ἀστουρίου τῶν λαμπροτάτων, Φαμενὼθ α. Αὐρήλιος … υἱὸς Σαραπίωνος ὁ προγεγραμμένος μεμίσθωμαι τὸ ἥμισυ μέρος ἀπὸ τῆς προγεγραμμένης οἰκίας … σὺν τοῖς δηλωθεῖσιν τόποις ἐπὶ ἐνιαυτὸν ἕνα καὶ ἀποδώσω ὑπὲρ ἐνοικίου χρυσοῦ νομισμάτιον ἓν ἥμισυ καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. … διʼ ἐμοῦ Ἀθανασίου ἐγράφη μηδὲν ἀποστείλῃς μηδὲ θελήσῃς ἐλθεῖν ἐνταῦθα, ἤδη γὰρ ἀπῆλθα εἰς Θμουνεψι. βλέπε μὴ θελήσῃς ἐλθεῖν, μὴ ἀκούσῃ ὁ κύριος καὶ ἀηδίσῃ σε, μηδενὸς ἔργου ὄντος ἑνός.

---

Documentary Papyri, SB 26. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;26.
