# SB 28 17002

Documentary Papyri, SB 28, SB 28 17002. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-28/17002
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-28/17002

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, Μεσορὴ κϛ, ἰνδικτίωνος β. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν· Αὐρήλιος Μακάριος υἱὸς Μηνᾶ μητρὸς Μάννας ἀπὸ Μεγάλου Εἰρηναρχείου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργός. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ Αὐρήλιον Βίκτωρα φύλακα υἱὸν Ματθίου μητρὸς …εονοης ἀπὸ τοῦ αὐτοῦ ἐποικίου καὶ αὐτὸν ἐναπόγραφον, ἐφʼ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι· καὶ ἐπιζητούμενον πρὸς ἐμὲ παραφέρω καὶ παραδώσω δίχα λόγου ἔνθα αὐτὸν καὶ παρείληφα ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. τὸ κοινὸν τῶν ὀνομάτων στοιχεῖ ἡμῖν αὕτη ἡ ἐγγύη ὡς πρόκειται. Μάρκος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu …u eteliothh̅ …

---

Documentary Papyri, SB 28. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;28.
