# SB 3 6222

Documentary Papyri, SB 3, SB 3 6222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/6222
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/6222

κυρίᾳ μου ἀδελφῇ Σοφρόνῃ Δῖος χαίρειν. πρὸ μὲν πάντων εὔχομαι σε ὁλοκληρῖν παρὰ τῷ κυρίῳ θεῷ, ἔπειτα καὶ τὰ ἐν βίῳ κάλλιστά σοι ὑπαρχθῆναι, θαυμάζω δέ, πῶς μέχρι σήμερον οὐδεμίαν ἡμῖν ἐπιστολὴν ἔπεμψας καίπερ πολλῶν ὄντων τῶν ἑκάστης ἡμέρας κατερχομένων γνωρίμων. καὶ ἂν νυνὶ δοκῆι σοι, ἀντίγραψον ἡμῖν περὶ τῆς σωτηρίας σου καὶ τοῦ πατρὸς ἡμῶν. παρόντες ἡμεῖς ἐνταῦθα εὔθυμοί ἐσμεν. πάντα δέ σοι δηλώσω τὰ συμβάντα μοι ἐν τῇ Ἀλεξανδρείᾳ. γενόμενοι τοιγαροῦν ἐνταῦθα οὐχ εὕραμεν τὸν ἄνθρωπον, ἐφʼ ᾧ πάρεσμεν ζητοῦντες, εὕραμεν τὸν δεσπότην ἡμῶν βασιλέα ἐπιδημοῦντα. καὶ ἐκέλευσεν ἀθλητὰς εἰσεπενεχθῆναι εἰς κάμπον, καὶ κατὰ χάριν συνεστάλην ἐγὼ καὶ οἱ ἄλλοι πέντε λάθρα τῶν ἄλλων ἀθλητῶν, καὶ γενόμενος ἐκεῖ ἐζεύχθην ἐν πρώτοις παγκρατιάσων καὶ κακὴν τύχην ἔλαβα μὴ εἰδὼς παγκρατιάζειν. ἀσχημονήσας τοιγαροῦν ἐπὶ πολὺ … …πίπτων., καὶ τοῦ θεοῦ μέλλοντος … τοὺς πέντε προεκαλεσάμην παμμαχά ζειν. τοῦτο γὰρ ἤθελεν ὁ βασιλεὺς γνῶναι, εἰ εὐθέως παρεκλήθην ἑνὶ καὶ ἑκάστῳ ποιεῖν. εἰδὼν γὰρ τοὺς πίπτοντας ἐκ τοῦ ἀγῶνος κοπρολλογοῦντς εἰς τὸ πάμμαχον προεκαλεσάμην. ἦν δὲ ἡμῶν τὸ θέμα στιχάριον λινοῦν καὶ ἑκατὸν χρυσᾶ. τὸ δὲ στιχάριόν ἐστιν λιτόν, καὶ τ…ν ἀπέλαβα καὶ τω… χρεώστας ἐποίησα καὶ χρυσοῦν νοῦμμον ἔλαβον σὺν τῷ ἀργυρίῳ καὶ οἱ ἄλλοι πέντε τὸ στιχάριον. ταῦτα τῇ β… τοῦ Χοίακ. καὶ τῇ κϛ τοῦ αὐτοῦ μηνὸς ἦξεν τὴν ἱερὰν ἐν τῷ Λαγαίῳ, καὶ ἐκεῖ ἐποιησάμην, καὶ ἔλαβον κολόβιον ἀργυροῦν καὶ κολόβιον καὶ τὸ ἀργύριον. μὴ οὖν λυπηθῇς, ὅτι οὐχ εὕραμεν τὸν ἄνθρωπον, ἄλλα γὰρ ἡ τύχη δέδωκεν. προσεχ… τῇ ἀδελφῇ σ…χλις. θεοῦ δὲ θέλοντος μετὰ τὸν Μεχείρ σε καταλαμβάνομεν ἀρέσκοντές σοι. ἀσπάζεταί σε … σου πολλά, ἀσπάζομαι τὸν κύριόν μου πατέρα καὶ πάντας τοὺς φιλοῦντας τὴν ἐμὴν ψυχήν. ἐρρῶσθαί σε εὔχομαι, κυρία ἀδελφή, πολλοῖς χρόνοις. ἀπόδος Σωφρονίῳ ἀδελφῇ εἰς Δ… ἐνταῦθα γὰρ ἡ οἰκία, παρὰ Δίου ἀδελφοῦ. Σωφρόνῃ παρὰ Δίου ἀδελφοῦ

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
