# SB 3 6262

Documentary Papyri, SB 3, SB 3 6262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/6262
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/6262

κυρίῳ μου πατρὶ Ἀρίονι Θῶνις χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν καὶ εὐχόμενος, ἵνα σε ἀπολάβω ὁλοκληροῦντα καὶ τοὺς ἡμῶν πάντας, παρʼ οἷς ἐπιξενοῦμαι, πατρῴοις θεοῖς. ἰδοὺ πέμπτον σοι τοῦτο γράφω, καὶ σὺ εἰ μὴ ἅπαξ μόνον οὐκ ἔγραψάς μοι οὐδὲ περὶ τῆς σῆς ὁλοκληρίας οὐδὲ πρὸς ἐμὲ ἦλθας. ταξάμενός μοι ὅτι ἔρχομαι οὐκ ἦλθας, ἵνα καὶ μάθῃς, εἰ προσέχει μοι ὁ διδάσκαλος ἢ οὖ. καὶ αὐτὸς οὖν καθʼ ἡμέραν σχεδοῦ τι πυνθάνεται περὶ σοῦ ὅτι οὔπω ἔρχετε; καὶ ἐγὼ οὖν λέγω ἕν · ναί. σπούδασον οὖν τάχιον ἐλθεῖν πρὸς ἐμέ, ἵνα με διδάξῃ, ὡς πρόθυμός ἐστίν. εἰ ἦς μετʼ ἐμοῦ ἀναβάς, πάλαι ἤμην διδαχθείς. μνημόνευσον δὲ ἐρχόμενος ὧν ἔγραψά σοι πολλάκις. τάχιον οὖν ἧκε πρὸς ἡμᾶς, πρὶν οὗ εἰς τὰ ἄνω μέρη ἀπέλθῃ. ἀσπάζω πολλὰ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα σὺν τοῖς φιλοῦσιν ἡμᾶς, ἀσπάζω δὲ καὶ τοὺς διδασκάλους μου. ἔρρωσό μοι, κύριέ μου πάτερ, εὐτυχοῦντι μοι σὺν τοῖς ἀβασκάντοις μου ἀδελφοῖς, ὡς εὔχομαι, πολλοῖς χρόνοις. μνημονεύσατε τῶν περιστεριδίων ἡμῶν. Ἀρείονι πατρὶ ιθ, παρὰ …

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
