# SB 3 6263

Documentary Papyri, SB 3, SB 3 6263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/6263
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/6263

Σεμπρώνιος Σατουρνίλᾳ τῇ μητρὶ καὶ κυρίᾳ πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι μετὰ καὶ τῶν ἀβασκάντων μου ἀδελφῶν, ἅμα δὲ καὶ τὸ προσκύνημα ὑμῶν ποιοῦμαι ἡμερησίως παρὰ τῷ κυρίῳ Σεράπιδι. τοσαύτας ὑμῖν ἐπιστολὰς διεπεμψάμην καὶ οὐδεμίαν μοι ἀντεγράψατε, τοσούτων καταπλευσάντων. ἐρωτηθεῖσα, ἡ κυρία μου, ἀόκνως μοι γράφειν περὶ τῆς σωτηρίας ὑμῶν, ἵνα καὶ ἐγὼ ἀμεριμνότερα διάγω. τοῦτό μοι γὰρ εὐκταῖον ἐστὶν διὰ παντός. ἀσπάζομαι Μάξιμον καὶ τὴν σύμβιον αὐτοῦ καὶ Σατουρνῖλον καὶ Γέμελλον καὶ Ἑλένην καὶ τοὺς αὐτῆς. μετάδος αὐτῇ, ὅτι ἐκομισάμην Σεμπρωνίου ἐπιστολὴν ἀπὸ Καππαδοκίας. ἀσπάζομαι Ἰούλιον καὶ τοῦς αὐτοῦ κατʼ ὄνομα καὶ Σκυθικὸν καὶ Θερμοῦθιν καὶ τὰ παιδία αὐτῆς. ἀσπάζεται ὑμᾶς Γέμελλος. ἔρρωσό μοι ἡ κυρία μου διὰ παντός. Σεμπρώνιος Μαξίμωι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι. μετέλαβον, ὅτι βαρέως δουλεύετε τὴν κυρίαν ἡμῶν μητέρα. ἐρωτηθείς, ἄδελφε γλυκύτατε, ἐν μηδενὶ αὐτὴν λύπει. εἰ δέ τις τῶν ἀδελφῶν ἀντιλέγει αὐτῇ, σὺ ὀφείλεις αὐτοὺς κολαφίζειν. ἤδη γὰρ πατὴρ ὀφείλει καλεῖσθαι. ἐπίσταμαι, ὅτι χωρὶς τῶν γραμμάτων μου δυνατὸς εἶ, αὐτῇ ἀρέσαι. ἀλλὰ μὴ βαρέως ἔχε μου τὰ γράμματα νουθετοῦντά σε. ὀφείλομεν γὰρ σέβεσθαι τὴν τεκοῦσαν ὡς θεόν, μάλιστα τοιαύτην οὖσαν ἀγαθήν. ταῦτά σοι ἔγραψα, ἄδελφε, ἐπιστάμενος τὴν γλυκασίαν τῶν κυρίων γονέων. καλῶς ποιήσεις γράψας μοι περὶ τῆς σωτηρίας ὑμῶν. ἔρρωσό μοι, ἄδελφε. ἀπόδος Μαξίμωι ἀπὸ Σεμπρωνίου ἀδελφοῦ.

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
