# SB 3 6704

Documentary Papyri, SB 3, SB 3 6266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/6704
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/6704

μετὰ τὴν ὑπατείαν Φλαυίου Βελισαρίου τοῦ ἐνδοξοτάτου, Τῦβι κη πρώτης ἰνδικτίονος. Φλαυίοις Ἑρμαυῶτι Ἀβρααμίου καὶ Ἀνουφίῳ Ὥρου, κεφαλαιωταῖς καὶ ὁμοτέχνῃ ἡμῶν ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, κοινότης τῶν ἀγρευτῶν τῶν καὶ διαφερόντων τῷ ἐνδόξῳ οἴκῳ τῆς αὐτῆς κώμης Ἀφροδίτης πρὸς τὴν ὑπογραφὴν τῶν εἰδότων καὶ ὑπὲρ τῶν μὴ εἰδότων ὑπογραψάντων, χαίρειν. ὁμολογοῦμεν κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει κατὰ τήνδε τὴν ἔγγραφον ἀσφάλειαν ὁμολογίαν, ἄνευ οἵας δήποτε βίας καὶ ἀνάγκης καὶ συναρπαγῆς, ἑκόντες καὶ πεπεισμένοι, ὥστε ὑμᾶς εἶναι ἐπάνω ἡμῶν κεφαλαιωτὰς πρὸς ὃν βούλεται χρόνον ὁ λαμπρότατος γεοῦχος ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶν Τῦβι εἰκὰς ὀγδόη τῆς ἐνεστώσης πρώτης ἰνδικτίονος, καὶ ὑπακούειν ὑμῖν ἐν πᾶσι καλοῖς ἔργοις τοῖς ἀρέσκουσι τῷ θεῷ καὶ τοῖς ἀνθρώποις, πρὸς τὸ παλαιὸν καὶ γονικὸν ἡμῶν ἔθος ἀόκνως οὐ μὴν ἀλλὰ καὶ πάντα τὰ συνθέματα καὶ τὰς συνηθείας καὶ α…ρτικ… οντας ἐν τῇ γεγενημένῃ παρʼ ἡμῶν ὁμολογίᾳ τῷ αὐτῷ γεούχῳ, ἡμῶν πάντων ἐπιγινωσκόντων ἐξ ἰσομερείας δικαίῳ λόγῳ. εἰ δέ τις ἐξ ἡμῶν γαμήσῃ, δώσει οἴνου ἀγγεῖα δύο , εἰ δʼ ἔκ τινος ἡμῶν γεννηθεῖσα, παρέξει οἴνου ἀγγεῖον ἕν , εἰ δέ τις ἐξ ἡμῶν …δ…δ… βουλόμενος ἐν κρυπτῷ, παρέξει … πρ…τη…θει… παρὰ τοῦ αὐτοῦ πρώτου δώσει …ρου καὶ τὰ αὐτὰ ξύλα ε…πρωτ…· ὁ δὲ λαβὼν τίμημα πάκτονος καὶ εὐχόμενος μετὰ τοῦ βουλομένου ἀγοράσαι τοῦτον τὸν πάκτονα καὶ … …ς πωλήσῃ τῷ αὐτῷ ἀνδρὶ ἄλλον πάκτονα παρὰ τὴν γνώμην τοῦ πρώτου ἀνθρώπου δώσει νόμισμα. ὁ δὲ κλεψάμενος ἕνα ξύλον ἐν λῃστρικῷ τρόπῳ, εἰ μὲν ἐν τῷ ὕδατι, παρέξει χρυσοῦ τριμήσιον ἕν , εἰ δʼ εὑρηθείη μὲν παρʼ αὐτοῦ ἐν τῇ ἐπα… … νόμισμα ἐπὶ τ…δε ἡμᾶς πάντας … καὶ συνελθεῖν μιᾷ γνώμῃ μετά τινος ἡμῶν …το εἰσδιδομένου …διο τὰ δὲ δημόσια τὰ καὶ ἀνήκοντα …σευοντα παρʼ ἡμῶν διδόναι καθʼ ἔτος … ἐγκαταβαλεῖν πρὸς τὸ ἔθος· ὁ δὲ συγχωρήσας …

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
