# SB 3 7241.45-60

Documentary Papyri, SB 3, 7241.45 to 7241.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/7241.45
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/7241.45

μὴ ἀμελῇς δὲ εἰς τὸ ἀποστεῖλαι διὰ πάσης συντομίας, εἴ τι διεστείλαμεν διὰ τῆς διοικήσεώς σου λόγῳ τοῦ αὐτοῦ κούρσου ἀπό τε ναυτῶν καὶ τεχνιτῶν καὶ δαπανῶν· ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ ἡμῶν μὴ ἀποστῆναι ἐκ σοῦ καί ἐστι διὰ σοῦ τί ποτε τὸ καθόλου ἐν λοιπάδι. λοιπὸν μὴ γένηται ἀμέλεια καὶ ὑστερηεθῇ τι· ἔσῃ γὰρ ἐπιστάμενος, ὡς, εἰ ἀπομείνῃ τι ἐν λοιπάδι, μέλλομεν κελεύσει θεοῦ ἀπαιτῆσαί σε αὐτὸ ἐν διπλῇ ποσότητι ὑπὲρ παρακοῆς καὶ καταφρονήσεως. γιγνώσκων τοίνυν, ὡς ἐπισπούδαστόν ἐστι τὸ πρᾶγμα τοῦ τοιούτου κούρσου, ἀμελλητὶ ἐκτέλεσον, μὴ δίδους κατὰ σοῦ τὴν οἵαν οὖν ἀφορμήν. ἐγράφη μηνὸς Τῦβι ιβ, ἰνδικτίωνος η. γνῶσις οὕτως· ναῦται ὀνόματα ξθ ἐκ νομισμάτων ε 𐅵 δ μισθοῦ σὺν νομίσματος 𐅵 ἀποτροφῆς· τεχνίτης α ἤτοι καλαφάτης νομίσματα ια σὺν νομίσματος 𐅵 ἀποτροφῆς. δαπάνης τῶν αὐτῶν ναυτῶν καὶ τεχνίτου ὀνομάτων ο μηνῶν ζ οὕτως· ἐν σίτῳ μηνῶν β ἀρτάβαι ρμ τοῦ ι, ἐν ψωμίοις μηνῶν ε ἀρτάβαι τν τοῦ η· ὀσπρέου ἀρτάβαι πα 𐅷 τοῦ ι· ἐλαίου μέτρα μθ τοῦ μέτρου νομίσματος γ ιβ· ὄξους μέτρα μθ τοῦ ι· ἁλυκῆς κόλλαθα ρκβ 𐅵 τοῦ κ. δαπάνης μάχων σίτου ἀρτάβαι τ τοῦ ι· ὀσπρέου ἀρτάβαι ρ τοῦ ι· καὶ ὑπὲρ ἑψήματος μέτρα σμϛ ἐκ νομίσματος δ νομίσματα ξα 𐅵.

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
