# SB 3 7267

Documentary Papyri, SB 3, SB 3 7267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-3/7267
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-3/7267

Ἑρμίας Θε…ι τῆι ἀδελφῆι καὶ Παλεύει Θώρακος καὶ Σεμπχόιτι χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι· καὶ αὐτὸς δʼ ὑγίαινον. ἐκομισάμην τὴν παρὰ σοῦ ἔντευξιν, διʼ ἧς οὐδὲν … ἀναγκαῖον διεσαφεῖτο. ἔτι δὲ καὶ νῦν διασάφησόν μοι, πῶς ἐστι κεκρατηκὼς ὁ Θώραξ καὶ πῶς εἰς αὐτὸν τὸ ἥμισυ ἐλήλυθεν· οὐ γὰρ δεδύνηται ἡμᾶς διδάξαι Παλεῦις· ἔτι δὲ καὶ νῦν, πόσων ἀδελφῶν ὄντων τὰς δύο μερίδας ὡς πρεσβύτερος εἴληφεν καὶ παρὰ τίνων ἢ τί προσηκόντων αὐτῶι τὰς ἄλλας δύο ἠγοράκει ἔφασκε γὰρ Παλεῦις τοῦ ᾑμίσους κρατεῖν σου τὸν υἱόν, ἐκείνους δὲ τοὺς ἀντιδίκους ἀντιποιουμένους φάσκειν μὴ καθήκειν αὐτὸν ἀλλʼ ἢ τὸ τρίτον μέρος. προσδιασάφησον δέ, πῶς ἢ τίνων ἀδελφῶν ἐστιν πρεσβύτερος. καὶ τὴν τοῦ συνοικισίου σου συγγραφὴν καὶ εἴ τινα ἄλλα βέβαιά σοι ὑπάρχει γράμματα ἔχουσα παραγίνου τὴν ταχίστην, ἵνʼ ἕως ὁ στρατηγὸς εἰς Συήνην πορεύεται, συμμείξασά μοι τὴν κλῆσιν κομίσῃς αὐτοῖς καὶ μετὰ τοῦ στρατηγοῦ καταπλεύσῃς ἐντέταλμαι δὲ καὶ Ἀσκληπιάδει ἐμβαλέσθαι σε. ἔρρωσο. ἔτους κα, Παχὼν ιε. Μα… Θε…ι καὶ Παλεύει Θώρακος.

---

Documentary Papyri, SB 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;3.
