# SB 30 17338

Documentary Papyri, SB 30, SB 1 4483. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17338
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17338

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τοῦ βασιλέως τῶν βασιλέων καὶ αἰωνίου παντοκράτορος καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων Παῦνι τετάρτῃ ἐνάτης ἰνδικτίωνος ἐν Ἀρσινοϊτῶν πόλει. Αὐρήλιος Γεώργιος ὁ καὶ Κάμμεσις πωμαρίτης υἱὸς Παμουτίου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Ἀλυπίου τοῖς θαυμασιωτάτοις Ἰούστῳ νοταρίῳ καὶ Εὐλογοῦδι ὁμογνησίοις ἀδελφοῖς τέκνοις καὶ κληρονόμοις τοῦ μακαρίου Νειλάμμωνος τοῦ καὶ Βοήθου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμῶν θαυμασιότητος ἀπὸ τῶν διαφερόντων ὑμῖν ἐν πεδίῳ Ταντάλου προαστίων τῆς πόλεως πωμάριον ἐπίκαρπον σύνδενδρον περιτετειχισμένον καὶ κεκαλλιεργημένον ἀρουρῶν ὅσων ἐὰν ὦσιν σὺν φοινίκων καὶ φυτῶν διαφόρων καὶ λάκκου καὶ μηχανῆς καὶ μηχανοστασίου καὶ μηχανικῶν ὀργάνων καὶ παντὸς αὐτοῦ τοῦ δικαίου ἐπὶ χρόνον, ὅσον βούλεσθε, ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης δεκάτης ἰνδικτίωνος, καὶ παρασχεῖν με τὸν μισθωσάμενον Γεώργιον ὑπὲρ ἀποτάκτου φόρου αὐτοῦ ἐνιαυσίως ὅ ἐστιν χρυσίου νομισμάτια δύο ὡς νομιτεύονται, χρυσοῦ νομισμάτια β ὡς νομιτεύονται, τῷ μὲν εἰσιόντι μηνὶ Ἐπεῖφι ἀρχῇ τῆς αὐτῆς δεκάτης ἰνδικτίωνος νομισμάτιον ἕν, καὶ τῷ Θὼθ μηνὶ τὸ ἄλλο ἓν νόμισμα, χορηγήσω δὲ ὑμῖν λόγῳ ὑπηρεσίας μίαν διὰ μιᾶς εἰς ὅλον τὸν ἐνιαυτὸν … λαχάνων δέματα ἑπτὰ καὶ κοριδίου δέμα ἓν καὶ ἡδυόσμου δέμα ἓν καὶ τῷ καιρῷ τῆς …των βελοκίων καὶ τοῦ κίτρου ἐπὶ μῆνας δύο καλάθιον ἓν καὶ πεπόνιον ἓν … κίτρον ἕνα καὶ προσάπαξ ῥοὰς ἐνενήκοντα καὶ τῷ καιρῷ τῶν περσικῶν πάλιν μίαν διὰ μιᾶς περσικὰ τεσσαράκοντα καὶ τῷ καιρῷ τῶν ἄστρων περσικὰ διακόσια καὶ πεπόνια τέσσαρα καὶ εἰς ἀπεργασίαν ξοΐδα μίαν τιμῆς κερατίων λιτῶν ἓξ καὶ κατὰ ἑορτὴν ἡμερουσίως ὑπηρεσίαν μίαν, λαβεῖν δ’ ἐμὲ ὑπὲρ ταύτης οἴνου κνίδιον ἕν, ἐμοῦ τοῦ μισθωσαμένου Γεωργίου ποιοῦντος τὴν ἀντλείαν τοῦ αὐτοῦ χωρίου καὶ παρέχοντος τὰ σίδηρα τῶν μηχανικῶν ὀργάνων πάντα ἕως ἑνὸς ἥλου, ἔτι μὴν καὶ τὰς συνηθείας τῶν φυλάκων καὶ τοῦ τέκτονος καὶ τοῦ κεραμέως καὶ ἄλλων, ὑμῶν δὲ ποιούντων τὴν ἀνανέωσιν τῶν μηχανικῶν ὀργάνων. εἰ δὲ ἐάσω χαμαὶ μίαν ὑπηρεσίαν, ἐπὶ τῷ με παρασχεῖν τὸ κέρμα αὐτῆς, καὶ ὁπόταν βουληθείητε ἀποβαλέσθαι μὲ ἐκ ταύτης τῆς μισθώσεως, παραδώσω τὸν αὐτὸν τόπον πεφιλοκαλημένον μετὰ τῆς αὐτῆς ξοΐδος τῶν ἓξ κερατίων, καθὼς καὶ παρείληφα. ἡ μίσθωσις κυρία ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γεώργιος ὁ καὶ Καμμεσις ὁ προκείμενος στοιχεῖ μοι ἡ παροῦσα μίσθωσις ὡς πρόκειται. di emu Petru esemioth διʼ ἐμοῦ Πέτρου νομικοῦ

---

Documentary Papyri, SB 30. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;30.
