# SB 30 17625

Documentary Papyri, SB 30, SB 30 17625. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17625
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17625

Αὐρηλία Κυριλλοῦς Ἱέρακος ἀναγραφομένη ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου γυμνασιάρχου τῆς αὐτῆς πόλεως … Αὐρηλίῳ Κάστορι τῷ καὶ Εὐδαίμονι βουλευτῇ τῆς λαμπροτάτης Ἀντινόου πόλεως μετὰ συμβεβαιωτοῦ πιστικελευστοῦ Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Φρουρίου Ἀπηλιώτου ἐπὶ τῇ ὑποκειμένῃ .… δικαίοις καὶ καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους ι Διοκλητιανοῦ καὶθΜαξιμιανοῦ καὶ β Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείας Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόου πόλεως μετὰ συμβεβαιωτοῦ πιστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τήν πρᾶσιν καὶ συμβεβαιοῦντος τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἀνῄρημαι παρὰ Αὐρηλίας Κυριλλοῦτος Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένης ἐπ’ ἀμφόδου τοῦ αὐτοῦ χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως ὑπὲρ τιμῆς ἧς ἀπεδόμην αὐτῇ κτητικῆς δούλης ὀνόματι Στεφάνης ἐπικεκλημένης Στεφανοῦτος ἢ καί τινι ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει Κρητικῆς …

---

Documentary Papyri, SB 30. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;30.
