# SB 30 17667

Documentary Papyri, SB 30, SB 30 17667. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-30/17667
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-30/17667

ἐν ὀνόματι τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούσ­του καὶ αὐτοκράτορος ἔτους πρώτου α, Τῦβι κδ ἀρχῇ τῆς εὐτυχοῦς ἕκτης ϛ ἰνδικτίωνος, ἐν Λευκογίῳ κτήματι. Αὐρήλιος Ἀπόλλων …τω…π… υἱὸς τοῦ μακαρίου Μηνᾶ, ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τοῦ Λευκογίου κτήματος τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Νααράου τῷ καὶ Παπᾷ υἱῷ τοῦ μακαρίου ἄπα Πνᾶς καὶ αὐτῷ ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς καὶ χρεωστεῖν σοι εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ λίτρας ἥμισυ ζυγῷ ἐσοῦ τοῦ προειρημέ­νου Παπᾶ Ἀλεξανδρείας, χρυσοῦ νομισμάτια μη ζυγῷ σου Ἀλεξανδρείας κεφα­λαίου, τὴν δὲ τούτων ἀπόδοσιν καὶ συμπλήρωσιν σοι ποιήσομαι σὺν Θεῷ μου ἐν μηνὶ Μεσορὴ τῆς αὐτῆς ϛ ἰνδικτίωνος ἀτοκεί, παρὰ ταῦτα μηδὲ γενάμενος καὶ μὴ δοῦναί σοι τοῦ εἰρημένου σου χρέους ἀτοκεὶ ἐν τῷ αὐτῷ μηνὶ Μεσορὴ τῆς ϛ ἰνδικτίωνος, ἐξουσίαν σε ἔχειν δικαίῳ ὑποθήκης τὸ πέμπτον μου μέρος ἐν τῷ ἀρτοκο­πείῳ καὶ τὸ πέμπτον μέρος εἰς τὴν ἀποθήκην καὶ τὸ αἱροῦν μοι μέρος ἐκ τῶν τετραπόδων, ὥστε σε ταῦτα διακατέχειν καὶ πράττειν ἐπ’ αὐτῶν ἀδεῶς καὶ ἀδιακωλύτως, ἀνεῳγμένου δὲ τοῦ ἀρτοκοπείου εἰς νότον καὶ εἰς βορ­ρᾶν εἰς τὰς δημοσίας ὁδοὺς καὶ τὴν αὐτὴν ἀποθήκην πρὸς νότον βλέπουσαν εἰς τὴν αὐτὴν δημοσίαν ὁδὸν καὶ ἐπὶ τὰ ἀντικρὺ κείμενα μέρη τῆς προειρημένης ἀποθήκης καὶ το… ἀρτοποιίας εἰς τὸ ἴδιον ἀναστέλλεσθαι … τοῦ εἰρημένου χρέους, καὶ μὴ ἐξεῖναί μοι ταῦτα πωλεῖν οἰκονομεῖν ὑποτίθεσθαι ἄχρι συμπληρώσεως …ης ὁμολο­γίας … γραμμάτιον χρυσοῦ λίτρας ἥμισυ …

---

Documentary Papyri, SB 30. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;30.
