# SB 4 7402

Documentary Papyri, SB 4, SB 4 7402. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-4/7402
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-4/7402

…μάχωι. ἀπόστειλον τοῖς ὑπογεγραμμένοις τὰς πεταλίας κρυφῆι καὶ μηθεὶς αἰσθανέσθω. Φίλωνι Νίκωνος κόφινοι β καὶ μώιον· Πτολεμαίωι Ἀσκληπιάδου σφυρίδιον· Σεναμοῦνι γυναικὶ Διονυσοδώρου πεταλίαν· Κριτολάωι α· Δωρίωνι Ἀσκληπιάδου α· Μοσχίωνι τῶι ἀδελφῶι α· Πισιστράτωι α· Ἀπολλωνίωι γε Ἀπολλωνίου α· Θοτορτάι σιτολόγωι α· δότε παρʼ ἐμοῦ ἑκάστωι, Παχμοῦνι καὶ Ἀπολλωνίωι τῶι ἱπ, Πτολεμαίωι, Σενθώυτι γυναικὶ Ψεμμίνιος, Ταμοῦνι, Θενῆτι, Σεναργοῆρι ἐκ τῶν κοφίνων σταφυλῆς βοτρ…οι β, διὰ τὸ μὴ ἐκποιῆσαί μοι ἀποστεῖλαι ἑκάστωι πεταλίαν. ἔχουσι δὲ αἱ πεταλίαι ἐπιγραφὴν ἐν φύλλοις. ἀπόστειλον ἡμῖν ἄρτους. ὑγιαίνει δὲ Κοθαίνιον ?: ἀποστείλατε τὸ α…μοινι κον…κ…μιον καὶ ἐνθεὶς τὸ ὄξος.

---

Documentary Papyri, SB 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;4.
