# SB 5 7558.1-29

Documentary Papyri, SB 5, 7558.1 to 7558.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7558.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7558.1

ἀντίγραφον ἀναφορίου. Γαίωι Ἰουλίῳ Λουκούλλωι τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Γαίου Ἀπολιναρίου Νίγερος Ἀντινοέως Ὀσοραντινοείου τοῦ καὶ Ἑρμαιέως. Μάρκος Ἀνθέστιος Γέμελλος οὐετρανὸς τελευτῶν δι’ ἧς ἔθετο διαθήκης ἠθέλησεν κληρονόμον ἑαυτοῦ γενέσθαι τὴν θυγατέρα Οὐαλερίαν Τερτίαν τὴν καὶ Θαϊσάριον ἀφήλικα τῶν ἀπολειφθέντων ὑπὸ αὐτοῦ ἐν νομῷ Ἀρσινοείτῃ, ἧς τῆς ὀρφανίας κατέλειψεν ἐπιτρόπους μὲν ἐμὲ τὸν Ἀπολινάριον Νίγερα καὶ Οὐαλέριον Κόμωνα, ἐπακολουθήτριαν δὲ τὴν τῆς παιδὸς μάμμην Οὐαλερίαν Σεμπρωνίλλαν. κεκελευσμένου οὖν, κύριε, ὑπό τε Ἑρεννίου Φιλώτα τοῦ ἐπιστρατηγήσαντος καὶ Ἀντωνίου Μάκρωνος ὁμοίως περὶ τοῦ Ἀντινοέα μηδενὸς ἄλλου ἐπιτροπεύειν ἢ μόνου τοῦ ἐν τῇ νομαρχίᾳ Ἀντινοέως, οὐ δυνάμενος οὖν οὐδὲ αὐτὸς ὑπακούειν ταύτῃ τῇ ἐνχειρισθείσῃ μοι ἐπιτροπῇ ἀξιῶ ὑποτάξας σοι τῷ κυρίῳ μου ἀντίγραφον τῶν ἐφ’ ὁμοίων ἀπαλλαγῆναι τούτου κατὰ τὰ κελευσθέντα καὶ τὸ δόξαν σοι κελεῦσαι γενέσθαι, ἵν’ ὦ βεβοηθημένος. διευτύχει. ἔστι δὲ ἀντίγραφον. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεσορὴ ϛ. κληθέντος ἐκ βιβλιδίου Εὐδαίμονος Ἑρμαίου, προσελθόντος Διονυσίου, καὶ ἀναγνωσθέντος τοῦ ἐπιδοθέντος ὑπὸ αὐτοῦ βιβλιδίου, Φιλώτας εἶπεν· πόθεν ἦν ὁ καταλιπὼν Εὐδαίμονα ἐπίτροπον; Ἀπολλώνιος νεώτερος εἶπεν· Ῥωμαῖος ὢν κατῴκησεν ἐν Ἰβιῶνι Πανεκτύρει. Φιλώτας εἶιπεν· τοῦτο δικαίως ἂν ἔλεγες εἰ Ἀντινοεὺς ἦν ὁ καταστήσας αὐτὸν ἐπίτροπον· ἄλλῳ γὰρ οὐδενὶ ἀγώγιμός ἐστιν ἐπιτροπεύειν αὐτοῦ τῶν κτημάτων ἢ Ἀντινοεῖ τῶν ἐν τῇ νομαρχίᾳ. Ἀπολλώνιος εἶπεν· ἀποδείξομεν αὐτοὺς ἀντιλαβομένους τῆς ἐπιτροπῆς καὶ πάντα πεποιηκότας ὡς ἐπιτρόπους. Φιλώτας εἶπεν· ὅτι μὲν οὐκ ὀφείλει ὁ Εὐδαίμων ἐπιτροπεύειν, εἰ μὴ μόνου Ἀντινοέως κέκριται. εἰ δὲ ἀντελάβετο αὐτῆς τῆς ἐπιτροπῆς καὶ κριτὴν καὶ λογοθέτας δώσω. Ἀπολλώνιος ὁ νεώτερος εἶπεν· Εὐδαίμων Ἑρμαίου οὐκ ἀντελάβετο, … αὐτοῦ ἀντελάβετο. Φιλώτας εἶπεν· Ἀντινοεὺς ἐστίν; Ἀντινοεὺς ἐστίν; ἀπεκρίνατο· ναί, καὶ αἰτῶ εὐεργεσίαν τὴν ἀπὸ σοῦ. Φιλώτας εἶπεν· δώσω κριτὴν καὶ λογοθέτην τὸν αὐτόν ὃς ἐξετάσει τίς ἀντελάβετο τῆς ἐπιτροπῆς καὶ τοὺς λόγους ἐξετάσει καὶ ἐπαναγκάσει τὸ φανὲν παρὰ τοῖς ἐπιτρόποις δοθῆναι τῶι κατασταθησομένωι ἐπιτρόπῳ· ὁ δὲ τῆς Ἑρμουπόλεως ἐξηγητὴς προνοήσει τὸν ἐπίτροπον κατασταθῆναι. Θρακίδας εἶπεν· ἵνα μὴ δοκῶμεν σεσιωπηκέναι ἀσφαλιζόμεθα …α ἥμισυ τάλαντα ὀφείλειν τῇ ὀρφανῇ. Φιλώτας εἶπεν· ἃ εἶπας γέγραπται. Διόσκορος εἶπεν· ἀξιοῦμεν τὸν κατασταθησόμενον ἐπίτροπον ἐπὶ τοῖς αὐτοῖς δικαίοις κατασταθῆναι, ἐφ’ οἷς ὁ Εὐδαίμων κατὰ τὰς διαθήκας κατεστάθη. Φιλώτας εἶπεν· ἐπὶ τοῖς αὐτοῖς κατασταθῆναι.

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
