# SB 5 7601

Documentary Papyri, SB 5, SB 5 7601. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7601
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7601

… ἐξ ὑπομνηματισμῶν … τοῦ ἐπιστρατήγου. … Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου … ἐν Ἀντινώου πόλει. ἐπὶ βήματος. … Ἡρακλείου χειροτονηθέντος …είου γραμματέως τῆς βουλῆς. … πάντων τῶν ἀγοραζόντων ὑπάρχοντα …ων, ὑπὲρ ὧν ὠνήσαντο ἐπʼ ὀνόματος τοῦ … τὸ ἐνκύκλιον τὰ τέλη περὶ τούτου διαγνωσι…. ἀνέγνων. ἄλλου ἐξ ὑπομνηματισμῶν· Κλαυδίου Ἀπολλωνίου στρατηγοῦ Ἡρακλεοπολίτου ἔτους ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου , Ἐφὶπ ιη. ἐπὶ βήματος· Κάστωρ Ἀσκληπιάδου πρὸς Ἥρωνα ἐπιτηρητὴν ἐνκυκλίου. τοῦ Κάστωρος λέγοντος τὸν Ἥρωνα μὴ δεόντως μετέρχεσθαι τέλος μέρους ἕκτου οἰκίας Ἀντινοέα ὄντα, τὸν γὰρ κύριον Καίσαρα, μεθʼ ὧν ἄλλων ἐχαρίσατο δωρεῶν τοῖς Ἀντινοεῦσι, κεκελευκέναι τοὺς ἀπὸ τῆς Ἀντινόου πόλεως τέλος μὴ διδόναι, ὧν ἐὰν κτήσωνται, Ἥρωνος ἀποκρινομένου ἀτέλειαν διδόσθαι τοῖς Ἀντινοεῦσι μόνων, ὧν ἐὰν κτήσωνται ἐν τῇ Ἀντινόου πόλει οὕτως ὥστε καὶ τοὺς πρὸ αὐτοῦ ἐπιτηρητὰς τοὺς ὁμοίως τῶι Κάστωρι ἀπῃτηκέναι τὰ τοιαῦτα τέλη, Κάστωρος φήσαντος Γέλλιον Βάσσον τὸν κράτιστον ἐπιστράτηγον περὶ τοῦ ὁμοίου διαλαβόντα ὑπερτεθεῖσθαι ἐπὶ τὸν κράτιστον ἡγεμόνα, Κλαύδιος Ἀπολλώνιος στρατηγὸς Κάστωρι· ἠ ὡς ἔφης, τὸν κράτιστον ἐπιστράτηγον περὶ τοῦ ὁμοίου διεγνωκέναι ἀναπέμπω τὸ πρᾶγμα ἐπὶ τὴν διʼ αὐτοῦ διάγνωσιν. ἀνέγνων.

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
