# SB 5 7635

Documentary Papyri, SB 5, SB 5 7635. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7635
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7635

τῷ δεσπότῃ μου ὡς ἀληθῶς τιμιωτάτῳ τὰ πάντα θαυμασιωτάτῳ ἀδελφῷ Ἱερακίωνι Ἀργύριος· εὐκαιρίαν εὑρὼν διὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἀμμωνίου ἔσπευσα διὰ τῶνδε τῶν γραμμάτων προφθέγξασθαί σου τὴν ἀρετήν· καταξίωσον δέ, δέσποτα, ταχέως ἐλθεῖν πρὸς ἡμᾶς. πάνυ γὰρ ἐπεζητήσαμέν σου τὴν θαυμασιότητα· καταξίωσον ὑπομνῆσαι τὸν κύριόν μου τὸν θαυμάσιον Φοιβάμμωνα τὸν ῥιπάριον, ἵνα γομώσῃ τὸ προσκεφάλαιον τὸ ἀποσταλὲν αὐτῷ παρʼ ἓν διὰ Καλλινίκου· καὶ φέρε τοῦτο ἐρχόμενος· φέρε· ἐρχόμενος δέ, δέσποτα, ἓν σιτλίον καὶ ἓν σανδάλιον φέρε μοι· ἐρχόμενος μὴ ἀμελήσῃς, δέσποτα, τὸ προσκεφάλαιον ἐνέγκαι μοι γομωθέν· ταχέως ἀπάντησον, ἵνα σὺν θεῷ κοινῶς τὴν πανήγυριν ποιήσωμεν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, δέσποτα. τῷ δεσπότῃ μου … Ἱερακίωνι Ἀργύριος.

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
